# Exegesis In Peri Methodou Deinotetos 1157.4-1158.14

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1157.4 to 1158.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1157.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1157.4

Τοῦ Τζέτζου. Ἐν τῷ ἐπιταφίῳ χρεία. Τοῖς 25 Ἀττικοῖς πρὶν ἀνδράσιν ἐπηρεμοῖς, μέγα φρονοῦσι ταῖς τύχαις ταῖς πατρίαις, ἐνῆν νόμος τις ὀφρύος πεπλημένος· Ἀμαζόνας γὰρ Ἄρεος οὔσας χώρας ἠττηκότες πρῶτιστον ἐν στερόξ μάχῃ, Θηβῶν μετ’ αὐτὰς δευτέραν πανοπλίαν, τρίτην Ἐννῶ κρατερὰν Εὐρυσθέως, ἄλλην δὲ 30 μακρῷ τῆσδε δυσχερεστέραν φάλαγγα πυκνὴν Περιοιχὴν Λαριμάδα, Ξέρξην μετ’ αὐτὸν τὸν πλέοντα φασγάνων, ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. τὸν τὰς ἀπειροὺς τῶν στρατῶν λοχαγίας πεζὴ διαξεύξαντα τοῦ πόντου μέσον, Ἄθων δὲ τὸν πλεῖσαντα ναυσὶ μυριάσι, νόμους ἔθεντο τῶν φρενῶν ἐπαξίους· τοὺς γὰρ πεσόντας ἐν Μαραθῶνι τότε, καὶ τοὺς πρὸ αὐτῶν Ἀτικῶν στρατηγέτας ὑμνεῖν· ἔτων ἔταξαν εἰς περιδρόμους. λαχὼν δὲ τούτους καὶ Περικλῆς αἰνέσαι προοίμιον τέθεικεν οὕτω τῷ λόγῳ· „πρὸς τοὺς ἀρίστους τοὺς πεσόντας ἐν μάχαις γράφαι ἐπαίνους οὐκ ἔχω, αὐθαδες τόδε· φέρει δ᾽ ἐπενθύμημα καὶ κοινούς λόγους· „τούτους γὰρ αἰνέσας τις ὡς πρὸς ἄξίαν ψεύστης δοκεῖ, πῶς ῥήτορας γράφμας σθένει· εἰ δ᾽ ἐνδεῶς, ἥσχυνε τοὺς ἀνδρας λέγων.“ Περὶ τῶν αὐθαδῶν καὶ τολμηρῶν διανοημάτων. Τῶν αὐθαδῶν καὶ τολμηρῶν διανοημάτων θεραπεῖαι καὶ παραμυθίαι δύο. Ὅπως ἂν θεραπεύσωμεν τὰ τολμηρὰ δοκοῦντα νοήματα, δύο μεθόδους παραδίδωσι. Βραχεῖάν τινα προσθήμην· οἷον τὸ ὥσπερ, τὸ μονονουχὶ καὶ τὸ οἷον. Καὶ τὸ ὁμολογεῖν τὸ τόλμημα, ἐν τῷ λέγειν· εἰ καὶ χαλεπὸν ἐστιν, ὅ φημι, ἢ λυπηρὸν ἢ βαρύ, ἢ τι τοιοῦτον, ἀλλ᾽ οὐν λέγω τοῦτο. Ὁ μὲν παρὼν καιρός. Τοῦτο ἐν τῷ πρώτῳ τῶν Ὀλυμπιακῶν κεῖται· ὅτι τῶν πραγμάτων μονονουχὶ προκαλουμένων ἡμᾶς εἰς ἀντίληψιν, αὐτοὶ ἀμελεῖτε. Ὦσπερ ἐωλοκρασίαν· τοῦτο ἐν τῷ περὶ στεφάνου κεῖται· „καὶ περὶ μὲν τῶν τότε πραγμάτων ἔχω ἐτι πολλὰ λέ- ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ.

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
