# Exegesis In Peri Methodou Deinotetos 1163.1

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1163.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1163.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1163.1

ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. ἐκάλεσε, καὶ τὸν περὶ τὴν ἐκείνων θεωρίαν ἀναστρεφόμενον· ἀλμυρὸν δὲ τὸν περὶ τὰ αἰσθητὰ καὶ ἔνυλα διατριβόντα. ἢ ἀλμυρὸν μὲν λόγον λέγει τὸν ψόγον τοῦ ἐρωτος, πότιμον δὲ τὸν ἐπαίνον αὐτοῦ. Ὁ δὲ θεολόγος 22 ἀθεράπευτον τοῦτο εἰσάγει, λέγων, „μέχρις ἂν τοῖς ποτίμοις τῶν λόγων τοὺς ἀλμυροὺς ἀποκλύσωμεν·“ διότι περὶ τῶν Ἑλληνικῶν λόγων ἦν ὁ λόγος αὐτοῦ· καὶ ἐμέλλε μᾶλλον κινδυνώδης γίνεσθαι ὁ λόγος, εἰ μετὰ προσηλήκης τοῦ οἴου προῆνγκεν· ἐνέφηνε γὰρ μὴ εἶναι τελέους ἀλμυροὺς τοὺς Ἑλληνικοὺς λόγους, ὅπερ ἀτοπον· ὁ δὲ Ξενοφῶν τὰ τολμηρὰ διανοήματα καὶ δι’ ἐπιμονῆς παραμυθεῖται· εἰπὼν γὰρ περὶ τῶν Ἀσσυρίων, πρὸς οὓς ἐξάγειν 23 Πέρσαις πόλεμον συνεβούλευεν, ὅτι „οὐ γὰρ πω οὕτοι ἱκανοὶ εἰσιν ἀγωνιζεσθαι, οἷς 24 ἂν τοξεύσωσιν ἢ ἀκοντίζωσι,“ παράδοξον ἔδοξεν εἰσάγειν· πρότερον δὲ φησιν ἰδιώτας εἶναι τοὺς ἐναντίους· πολλοὶ γὰρ αὐτοὺς ἀρίστα πολεμεῖν συνέπιστανται, καὶ διὰ τοῦτο παραμυθίαν ἐκ τῶν ἐπιζυγθέντων, τούτεστιν ἐπαχθέντων, αὐτοῖς παρέσχε, δις καὶ τρις τῷ λόγῳ χρησάμενος· δεῖ δὲ ἡμᾶς, ὅταν λέγωμεν παράδοξά τινα πρότερον, πολλάκις ἐπάγειν αὐταῖς ταῖς κατασκευαῖς, ἵνα γίνηται τῷ συνεχὶ πιθανόν, παρακειμένων τῶν ἀποδεικνύντων αὐτοῖς, ὅπερ ἐκεῖνος ἐποίησε προσθεὶς τὴν προτέραν καὶ μὴ συνάψας αὐτὴν πολλάκις ταῖς κατασκευαῖς· οἷον εἰπὼν, ὅτι „οὐ γὰρ πω οὕτοι ἱκανοὶ εἰσιν ἀγωνιστάι, οἷς ἂν τοξεύσωσιν ἢ ἀκοντίζωσι,“ ἐπῆνγκεν, „οὐδὲ γε οἴτινες, ποιήσαι δέον, 26 ἥττωνται ὑπνον, ἱκανοὶ εἰσιν ἀγωνισταί, ἀλλὰ καὶ οὗτοι ἰδιώται εἰσι κατὰ τὸν ὕπνον, καὶ οὐχ ἴσασιν χρῆσθαι νύξιν, ὅσα περ ἡμέρα ἡμεῖς,“ καὶ οὕτω μὲν παρεμυθῆσατο τὴν παραδοξολογίαν διὰ τῆς ἐπιμονῆς,

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
