# Exegesis In Peri Methodou Deinotetos 1167.1

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1167.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1167.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1167.1

ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. σει παραλείψεως. Διαφέρει δὲ ἡ παράλειψις ἀποσιωπήσεως· ἡ μὲν γὰρ παράλειψις νόημα ἐστὶν ἐν προσποιήσει σιωπῆς λεγόμενον· ἀποσιώπησις δὲ τὸ τὸ πρέπον καὶ ἀναγκαῖον παραλιπεῖν· οἷον, ἡ μὲν παράλειψις· „ἀλλὰ τί ἐχρὴν ποιεῖν; ἤδη γὰρ σε ἐρωτῶ ταῦτα πάντα ἀφεῖς, Ἀμφίπολιν, Πύδναν, Ποτίδαιαν“ ἡ δὲ ἀποσιώπησις, οἷον· πατὴρ μὲν, οὐκ ἐρῶ τίς ἐστι· γίνεται δὲ αὕτη ἢ δι’ ἐπίτασιν τοῦ σιωπωμένου, ὅταν λέγῃ τις, οὐκ ἐρωτῶ τί ἔδρασας· φαίνεται γὰρ, ἐπεὶ ἐσιώπησεν, ὅτι τὸ σιωπηθὲν μέγα δεινόν ἐστιν, εἰ δὲ καὶ ἴσως ἐστὶν οὐδαμινόν· ἢ διὰ παράλειψιν τοῦ γνωσκομένου, ὅταν λέγῃ τις· τόσαῦτα πέπονθα, ὅσα ὀκνήσαιμι λέγειν· παντὶ γὰρ δῆλον·“ ἢ δι’ ἀσχρότητα τοῦ πράγματος, ὡς παρὰ τῷ Θεολόγῳ· „τὰ μὲν ποιεῖται, τὰ δὲ πάσχει· αἰσχύνομαι γὰρ ἡμέρα δοῦναι τὴν τῆς νυκτὸς τελετήν“ λαμβάνεται δὲ ἡ ἀποσιώπησις καὶ ὅταν φεύγῃ τις τὴν τραχείαν ἐπιτίμησιν καὶ τὸ φορτικὸς εἶναι δοκεῖν, ὥσπερ καὶ ὁ Θεολόγος· καὶ ἡ λαμπρότης ἐγγύθεν, καὶ τὸ δύσφημον σιωπήσαιμι οἷον· λάβωμεν πρῶτον τὸ ἐκ τοῦ λό-

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
