# Exegesis In Peri Methodou Deinotetos 1184.1

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1184.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1184.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1184.1

ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. ἐστιν ἡ στάσις τοῦ λόγου, ὅ ἐστιν ἀπαγωγή τῆς εὐθυδικίας. ἐπανέρχεται εἰς τὴν εὐθυδικίαν· οὕτω γὰρ γίνεται ἡ παραγραφή, ἣν δὲ ἡ εὐθυδικία ἐν τῷ λόγῳ τούτῳ, ὅτι παρεπρέσβευσεν ὁ Λίσχινος, πρὸς ἣν ὀφείλει ἀπολο- 5 γήσασθαι. λέγομεν οὖν, ὅτι οὐ συνέφερε τοῦτο τῷ Λίσχινῃ, διὸ ἀρκεῖται τῇ παραγραφῇ. Ἰστέον δὲ, ὅτι ὁ Ἑρμογένης στοχασμὸν εἶκαί φησι τὸν κατὰ τοῦ Τιμάρχου λόγον ἐν τῷ τρίτῳ τόμῳ τῶν εὐρέσεων λέγων οὕτως· 10 ὅταν μὲν γὰρ ὁ λόγος ἄλλης στάσεως ᾖ, κεφαλαίοις ἄλλοις διαιρουμένης, τῷ νομίμῳ δὲ οὐ κατασκευασθησομένης, τότε προκατασκευὴ τὸ νόμιμον γίνεται, ὡς ἐν τῷ κατὰ Τιμάρχου στοχασμοῦ τῆς στάσεως προκατασκευὴ τὸ νόμιμον ἐγένετο. — Μένανδρος ὁ ῥήτωρ ἐπιμερίζων τοὺς Ὀλυνθιακοὺς λόγους τοῦτο τὸ σχῆμα ὑποσιώπησιν 15 κέκληκε λέγων οὕτως· τοῦτο τὸ σχῆμα, ἡ περιπλοχὴ δηλαδὴ, ὑποσιώπησις λέγεται, ὅταν μέλλῃ τις ἐπιφέρειν τραχὺ τι καὶ λοιδορίας ἔχον, μὴ βούλοιο δὲ διὰ τὸ εἶναι ληπρὸν τῷ ἀκούοντι, δι’ αἰνιγμάτων δὲ αὐτὸ σημαίνει· οἷον ὅταν ἴδωμέν τινα ἐπὶ ξένων περιφθέντα 20 πόλιν, ὥστε ἀναγινώσκειν, καὶ μὴ ἀναγινώσκοντα, ἀλλὰ μέθαις τε καὶ κῦβοις καὶ τοῖς τοιούτοις σχολάζοντα· εἴτα βουλόμενοι αὐτῷ ἐγκαλεῖν, διὰ μὲν τὸ ἐπαχθὲς ὑποσιωπῶμεν. ταῦτα δὲ ποιεῖ, δι’ ἑτέρων δὲ ῥημάτων αὐτὰ αἰνυττόμεθα, λέγοντες, ὅτι ὁ μὲν σὸς πατὴρ ἐπεμερῆ σε, 25 ὥστε ἀναγινώσκειν, σὺ δὲ, οὐκ ἴσμεν, τί ἐστιν, ὅ τι ποιεῖς· οὕτω καὶ ἐνταῦθα βουλόμενος εἰπεῖν, ὅτι ὁ μὲν καιρὸς πάντα ποιεῖ, παραξύνων ἡμᾶς ἐπὶ τὴν σωτηρίαν τῶν πραγμάτων, ἡμεῖς δὲ ἁθμιούμεν καὶ οὐ προσέχομεν αὐτῷ, ἀλλὰ θέαις τε καὶ τρυφαῖς σχολάζομεν, ὑπε- 30 σιώπησε μὲν τοῦτο καὶ τὸ δυσχερὲς, ἐπήγαγε δὲ, οὐκ οἶδ’ ὅν τινὰ μοι τρόπον ἔχειν δοκοῦμεν πρὸς αὐτὰ τὰ πράγματα. Διαφέρει δὲ ἡ ὑποσιώπησις ἀποσιώπησεως, τῇ τὴν μὲν ἀποσιώπησιν παντελῶς ἀποσιωπᾶν, καὶ μηδὲ

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
