# Exegesis In Peri Methodou Deinotetos 1185.1

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1185.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1185.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1185.1

ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. δι’ αἰνιγμάτων λέγει τὸ ἐπιφερόμενον, ὡς ἐν ἐκείνῳ τῷ τόπῳ, ἐν τῷ ὑπὲρ τοῦ στεφάνου· καὶ ἐμοὶ μὲν, οὐ βούλομαι δὲ δυσχερὲς εἰπεῖν, τὴν δὲ ὑποσιώπησιν αἰνίττεσθαι τι τῶν ἐνταῦθα· ταῦτα μὲν ὁ Μένανδρος· ἰτέον δὲ ἐπὶ τὸ προκείμενον. — Τῶν δὲ ἐπαχθῶν ῥημάτων· τὸ παράδειγμα ἐν τῷ κατὰ Μειδίου· φησὶ γὰρ ὁ Δημοσθένης πρῶτον μὲν, ὅτι ἐθελοντῆς χορηγεῖν ὑπέστην καὶ τὰ ἑξῆς· τὰ δὲ ῥητὰ οὕτω κείνται· „ἔπειδὴ γὰρ οὐ καθεστηκὼς χορηγοῦ τῇ Πανδιονίδι φυλῇ τρίτον ἢ τέταρτον ἔτος τοῦτῖ, παρουσίας δὲ τῆς ἐκκλησίας, ἐν ᾧ τὸν ἄρχοντα ἐπικληροῦν ὁ νόμος τοὺς χοροὺς τοὺς αὐλητὰς κελεύει, λόγων καὶ λοιδορίας γινομένης καὶ κατηγοροῦντος τοῦ μὲν ἄρχοντος τῶν ἐπιμελητῶν τῆς φυλῆς, τῶν δὲ ἐπιμελητῶν τοῦ ἄρχοντος, παρελθὼν ἐγὼ ὑπεσχόμην χορηγήσειν ἐθελοντῆς,“ καὶ τὰ ἑξῆς. Ὅτι δὲ τοῦ σχήματος τὸ ὄνομα τοῦτό ἐστιν ἡ περιπλοκή, Αἰσχίνης φησὶν ἐν τῷ κατὰ Τιμάρχου οὕτως· εἰ μὲν τοίνυν, ὦ Ἀθηναῖοι, Τίμαρχος οὕτωσὶ παρέμεινε παρὰ τῷ Μισγόλᾳ, καὶ μηκέτι ὡς ἄλλον ἤλθε, μετριώτερον ἂν διεπέπρακτο, εἰ δὴ τι τῶν τοιούτων μέτριόν ἐστι, καὶ ἔγωγε οὐκ ἂν ὤνησα αὐτὸν οὔδ’ αἰτιάσθαι, ἧ ὅπερ ὁ νομοθέτης παρόησιάζεταί, ἠταιρηέναι μόνον· οὐ γὰρ πρὸς ἕνα τοῦτο πράττων, ἐπὶ μισθῷ δὲ τὴν πρᾶξιν ποιούμενος αὐτῷ μοι δοκεῖ τούτῳ ἐνοχος εἶναι· ἐὰν δ’ ἡμᾶς ἀναμνήσας ἀποδείξω ὑπερβαίνων τοὺςδε τοὺς ἀγρίους, Κηδωνίδην, Αὐτοκλείδην καὶ Θέρσανδρον, ὧν ἐν ταῖς οἰκίαις ἀνειλημμένος γέγονε, μὴ μόνον παρὰ τοῦ Μισγόλα μεμισθαρνηκὸς αὐτὸν ἐπὶ τῷ σώματι, ἀλλὰ καὶ παρ’ ἑτέρου καὶ πάλιν παρ’ ἄλλου καὶ παρὰ τούτου ὡς ἑτέρου ἐληλυθότα, οὐκέτι δήπου μόνον φαίνε-

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
