# Exegesis In Peri Methodou Deinotetos 1198.19

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1198.19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1198.19
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1198.19

Med. om. εἰδέναι δὲ δεῖ — τὰ θεωρικὰ εἰσιν, tum habet: ἀξίον εἰπεῖν, πόθεν. ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. θεωρικὰ. Ἐσπουδάζε ποτὲ ἡ Ἀθηναίων πόλις περὶ τὰς θεᾶς 70 τῶν Διονυσίων καὶ μάλιστα διὰ τὴν τραγῳδίαν, ἐπὶ πλεῖστον προβάσαν λαμπρότητος, 71 χορηγῶν τε φιλοτιμίαις καὶ ποιητῶν ἀρεταῖς· συρρέοντων οὖν ἐπὶ τὴν θεὰν τῶν ἀνθρώπων καὶ νυκτὸς τοὺς τόπους καταλαμβανόντων, οὐ μόνον ὀχλήσεις ἐκ τούτου 72 ἐγίνοντο, ἀλλὰ καὶ πληγαὶ καὶ μάχαι καὶ δράματα· 73 ἔδοξεν οὖν τοὺς τόπους μισθοῦν, ἵνα ἕκαστος τὸν τόπον ἔχων 74 αὐτοῦ μὴ ὀχλοῖτο, φυλάττων καὶ προκαταλαμβάνων, μήτε ὑστερῶν ἀποστεροῖτο τῆς θεᾶς· ἐπειδὴ δὲ ἡλαττοῦντο οἱ πένιχες τῶν πλουσίων, πολλοῦ 75 καὶ ἐτοίμως μισθουμένων, ἡ πόλις ἐκ τῶν κοινῶν ἕκαστῳ παρεῖχε τὸ εἰς τοῦτο ἀνάλωμα· δραχμὴ δὴ ἦν τὸ διδόμενον, καὶ οὔτε πλέον ἐξῆν δοῦναι δραχμῆς, οὔτε ἔλαττον· ἐκλήθη οὖν θεωρικὸν τοῦτο δή 76 τὸ ἀργύριον, καὶ οἱ χαρίζοντες 77 αὐτὸ τὴν ἐπὶ θεωρικῷ ἀρχὴν ἄρχειν ἐλέγοντο· ταῦτα 78 ἐποίησε Περικλῆς, ἀρέσαι τῷ δήμῳ βουλόμενος· 79 ἐπιχειρήσαντος δέ τινος Ἀπολλοδώρου αὐτὰ ποιῆσαι στρατιωτικά, Εὐβουλὸς τις δημαγωγὸς ὢν, πλεῖονα τοῦ δήμου πρὸς ἑαυτὸν ἐπισπάσθαι εὐνοιαν βουλόμενος, 20 νόμον ἔγραψε τὸν κελεύοντα θάνατον ἔχειν τὸ ἐπιτίμιον, εἴτις ἐπιχειρήσῃ μεταποιεῖν τὰ θεωρικὰ στρατιωτικά·

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
