# Exegesis In Peri Methodou Deinotetos 1200.3

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1200.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1200.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1200.3

πς. Καὶ πάλιν ἐν τῷ κατὰ Μειδίου· ἀλλ’ ἵππον, ἵππον μὲν οὐκ ἐτόλμησε· ταῦτα κεῖνται ἐν τῷ κατὰ Μειδίου· „ἀλλὰ μὴν καὶεὐὐ γε ἐπίστασθε, ὅτι τῆς μὲν παραίου ταμιεύσας Κυζικηνῶν ἤρπασε πλεῖον ἢ πέντε τάλαντα, ὑπὲρ ὧν ἵνα μὴ δῷ δίκην πάντα τρόπον περιωθὼν καὶ ἐλαύνων τοὺς ἀνθρώπους καὶ τὰ σύμβολα συγχέων τὴν μὲν πόλιν ἐχθρὰν τῇ πόλει πεποίηκε, τὰ χρήματα δ’ αὐτὰ ἔχει, ἱππαρχος δὲ χειροτονηθείς λελύμανται τὸ ἱππικὸν ἡμῶν, τοιούτους θείς νόμους, οὓς πάλιν αὐτὸς ἐξαργος ἦν μὴ τεθεῖκέναι, καὶ τῆς μὲν παραίου ταμιεύων τότε τὴν ἐπὶ Θηβαίους ἐποιεῖτο ἐξοδὸν εἰς Εὐβοίαν, δώδεκα τῆς πόλεως τάλαντα ἀναλίσκειν ταχθεις, ἀξιοῦντων ἡμῶν πλεῖν καὶ παραπέμπειν τοὺς στρατιώτας, οὐκ ἐβοήθησεν· ἀλλ’ ἤδη τῶν σπονδῶν γεγονυιῶν, ὡς Λιοχλῆς ἐσπείσατο Θηβαίους, ἤκε, καὶ τότε ἠττάτο πλεῖον τῶν ἰδιωτικῶν τριήρων μιᾶς· οὕτως ἐν τῇ ἱερᾷ τριήρῃ παρεσκευάχει. Ἱππαρχῶν τοίνυν, τί οἶσθε τὰ ἄλλα· ἀλλ’ ἵππον, ἵππον οὐκ ἐτόλμησεν ὁ λαμπρὸς καὶ πλούσιος οὗτος πρίασθαι, ἀλλ’ ἐπ’ ἀλλοτρίῳ τὰς πομπὰς ἤγειτο, τοῦ Φιλομήλου τοῦ Παιανιέως ἵππου, καὶ ταῦτα πάντες ἴσασιν οἱ συνίππεῖς,“ καὶ ἐνταῦθα γοῦν ἐπὶ βεβαιώσει τοῦ ἤθους τὴν ἐπανάληψιν ἐποίησα-

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
