# Exegesis In Peri Methodou Deinotetos 1203.1

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1203.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1203.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1203.1

ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. ἡ τοιάδε· ἀρ’ οὖν δοίητέ μοι κίναιδον αὐτὸν εἰπεῖν; οὐχ 3 ἄπλῆ δὲ ἡ τοιαύτη· πότερον ἠδикеῖ καὶ παρεσπόνδει καὶ τὴν εἰρήνην ἔλυεν, ἢ οὔ; ἔστι δὲ καὶ ἄλλην διαφορὰν εἰπεῖν, ὅτι ὁ μὲν ἐρωτῶν οἶδεν, ὁ ἐρωτῶν, μόνον δὲ τὴν συγκατάθεσιν ζητεῖ, ὁ δὲ πυνθανόμενος οὐκ οἶδε περὶ ὧν πυνθάνεται. Ἵστέον δὲ, ὅτι ἡ πεῦσις ἐνταῦθα ἀντὶ ἐρωτήσεως παραλαμβάνεται. Μέθοδος δὲ καὶ τοῦτο δεινότητος, τὸ εἰδέναι, πότε δεῖ τοὺς ἀκούοντας ἐρωτᾶν, καὶ πότε ἑαυτόν· ὅτε γὰρ θέλει ὁ ῥήτωρ ἄλλο τι εἶναι τὸ ἐρωτώμενον, ἑαυτὸν ἐρωτᾷ· ἐνίοτε δὲ καὶ τὸ 10 πάντως ἂν ὑπ’ ἀλλήλων ἐρωτηθὲν ἑαυτῷ ἐπιφέρει, οἷον· τίνος ἕνεκα ταῦτα λέγω; ὑμ’ εἴδητε, ὦ Ἀθηναῖοι· ποτὲ δὲ καὶ ὡς ἠρωτηκότος 4 τινὸς ἀποκρίνεται, οἷον, ποῖ δὴ 5 προσορμιοῦμεθα; ἠρετὸ τις. εὑρήσει τὰ σαφῆ τῶν Φιλίππου πραγμάτων. Ἐνίοτε δὲ καὶ καθ’ ὑπόθεσιν ἐρω- 15 τᾷ· εἴτις ὑμᾶς ἑρωτο, τί πονηρότατον νομίζετε ἐν τῇ πόλει; οὐ δεῖ δὲ ἐρωτᾶν πολλάκις, ὅταν ἔστιν εὐχερῶς ἀποκρίνεσθαι. Κἂν γὰρ ἐρώτημά τι εὐστόχως λυθῇ, ἀνατέτραπται πᾶς ὁ ἀγών· λύεται δὲ τὰ ἄπορα ἐρωτήματα, ἢ κατὰ ἀντερώτησιν ἢ κατὰ ἀναβολὴν ἢ κατ’ 20 ἀσφάλειαν ἢ κατὰ αἰτιολογίαν ἢ κατὰ τὸ ἀνακόλουθον ἢ κατὰ λύπην τοῦ ἀντιδίκου· κατὰ ἀντερώτησιν, ὡς οἱ πλουτοῦντες ἐρωτώμενοι, πότερον ἀδικοῦσιν ἢ μή; ἀπαντῶσι, κατὰ ἀντερώτησιν· ὑμεῖς δὲ πότερον ὡς φίλους ἢ ὡς ἐχθροὺς ἐρωτᾶτε; καὶ ὁ Δημάδης ἐρωτηθεὶς, πῶς 25 οὖν πολεμήσομεν; ἀπεκρίνατο, πῶς οὖν τὴν εἰρήνην ἄξομεν; κατὰ δὲ ἀναβολὴν, ὡς Ἰφικράτης ἐρωτηθεὶς, εἰ ὑπεδέξατο Λακεδαιμονίους, οὐκ ἔχων ἀρνήσασθαι φησιν, εἰ μὲν τοσοῦτος καιρὸς ἐγένετο πρὸς τὴν ἀπόκρισιν, ὅσος τούτῳ καιρὸς πρὸς τὴν ἐρώτησιν ἐγένετο, ῥάδιως ἂν 30 ἐλέγξαιμι τὸν λόγον. κατὰ δὲ ἀσφάλειαν, ὅταν δεικνύω-

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
