# Exegesis In Peri Methodou Deinotetos 1204.1

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1204.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1204.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1204.1

ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. μεν τὸν ἐρωτήσαντα μὴ εἰδότα ὁ ἠρώτησεν, 6 οἷον εἰ λέγοντός τινος, ὁποῖόν τί ἐστιν ἄνθρωπος, λέγομεν, πό- / τερον τί ἐστιν, ἢ ὁποῖόν τί ἐστι· κατὰ δὲ τὸ ἀναχόλουθον· οἷον εἰ λέγοντός τινος, ἀπέχτεινας ἢ μή; λέγομεν, 5 ὅτι ἡμέρα ἐστὶν ἢ μή, καὶ τὰ τοιαῦτα. Κατὰ δὲ λύπην τοῦ ἀντιδίκου, εἴ τινος εἰπόντος, σὺ τοιαῦτα παθῶν τί ἂν ἐποίησας; ἀποκρινόμεθα, ὅτι οὐκ ἂν ἐσυνοράντοιν τὸν φίλον· κατὰ δὲ αἰτιολογίαν, ὡς ὁ Ἀριστογείτων πρὸς τὸν Ὑπερίδην· ἐκείνου γὰρ ἐρωτήσαντος εἰ ἔγραψε τοὺς 10 δούλους ἐλευθέρους εἶναι, αὐτὸς ἀποκρίνεται, ἵνα μὴ ἡμῖς δουλεύσωμεν. Ἔργα δὲ πεύσεως προσοχὴ καὶ ἔλεγχος καὶ σαφήνεια. Προσοχὴ μὲν, ὅταν λέγῃ 7 ὁ Δημοσθένης, τίνος ἕνεκα καὶ διὰ τί ταῦτά λέγω; προσεκτικὸν γὰρ ποιεῖ τὸν ἀκούοντα. ἢ τοιαύτη ἐρώτησις, λέγοντος τοῦ 15 ἀχροατοῦ καθ’ ἑαυτόν, ὅτι οὐκ ἂν ἠρώτησεν 8 ἑαυτὸν ὁ λέγων, εἰ μὴ ἐμελλέ τι ἀναγκαῖον ἔχειν. σαφήνειαν δὲ, ὡς ὁ μὲν τὸν νόμον τιθείς οὕτος, ὁ δὲ τὸ ψήφισμα λέγων καὶ γράφων, τίς; ἔλεγχος δὲ, ὡς τό· τί πράττειν ἔδει τὴν πόλιν καὶ τί ποιεῖν, καὶ τῆς ποίας μερίδος γε- 20 νέσθαι ἠβούλου; τῷ γὰρ συνεχεῖ τῆς ἐρωτήσεως ἔλεγχει τὸ τῆς ἀποκρίσεως ἄπορον· καὶ ὁ Θεολόγος προσοχὴν μὲν ποιεῖ ἐν τῷ συντακτηρίῳ λέγων, ἀφ’ οὗ δὲ ὁ πλουτίζων καὶ πτωχίζων Θεός, ὁ θανατῶν καὶ ζωογονῶν, ὁ ποιῶν πάντα καὶ μετασκευάζων μόνῳ τῷ βούλεσθαι, ὁ 25 ποιῶν ἐκ μὲν νυκτὸς ἡμέραν, ἐκ δὲ χειμῶνος ἕαρ, ἐκ δὲ ζάλης γαλήνην, ἐκ δὲ αὐχμῶν ἐπομβρίαν, 9 καὶ τοῦτο δι’ ἑνὸς δικαίου πολλάκις εὐχὴν ἐπὶ πολὺ διωχθέντος καὶ ἀναλαμβάνων πρᾶξεις εἰς ὕψος καὶ ταπεινῶν ἁμαρτωλοὺς ἕως γῆς· ἐκεῖνο πρὸς ἑαυτὸν εἶπον· ἰδὼν εἶδον τὴν κά- 30 κωσαν τοῦ Ἰσραήλ, καὶ οὐ μὴ προσθῶσιν ἐπὶ τῷ πηλῷ καὶ τῇ πλινθείς ταλαιπωρεῖν, καὶ εἰπὼν ἐπεσκέψατο καὶ

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
