# Exegesis In Peri Methodou Deinotetos 1209.3

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1209.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1209.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1209.3

ῥέ. Ἡ αὐτοῦ 26 πρὸς ἑαυτὸν τοῦ ῥήτορος πεῦσις διπλὴν 27 ἀκοῆς ἐπιστροφὴν ἔχει καὶ πίστωσιν κατὰ πρόληψιν ὑπονοίας καὶ λύσιν. Γράφεται 28 καὶ διπλὴ· πλὴν τοῦτο ἀσαφὲς ἐδοξέ τισι τὸ ῥητόν, κατὰ τὸ ἑλλειπτικόν· ὤφειλε γὰρ εἰπεῖν οὕτως· ἢ αὐτοῦ πρὸς ἑαυτὸν τοῦ ῥήτορος πεῦσις διπλὴν ἔχει τὴν ἐνέργειαν, ἀκοῆς ἐπιστροφὴν καὶ πίστωσιν καὶὰ πρόληψιν 29 ὑπονοίας καὶ λύσιν, καὶ τοῦτο δῆλον ἐξ ὧν ἐπάγει· ὅταν γὰρ, φησίν, αὐτὸς ἑαυτοῦ πυνθάνηται 30 ὁ ῥήτωρ, ἄμα τε ἐπέστρεψε τοὺς ἀκούοντας, τούτῃσιν ἐπεσπάσατο αὐτοὺς πρὸς τὸ προσέχειν καὶ ἀκούειν καὶ τὴν πίστιν προκατέλαβεν· εἴτουν ἐὰν ἀντίθεσιν τινα ὁ ἀκροατής ἐμελλεν ἀντιθεῖναι, προλαμβάνει καὶ λύει ταύτην· πίστιν δὲ λέγει τὰ πιστωτικά καὶ ἀποδεικτικὰ ἐπιχειρήματα· καὶ τινὲς μὲν οὕτως ἐξηγήσαντο· ἐμοὶ δὲ μηδὲν ἐλλείπειν δοκεῖ· χρη γὰρ σιζᾶν τελείαν εἰς τὸ διπλὴν ἀκοῆς 31 ἐπιστροφὴν ἔχει· τινὰ ταύτην; πίστωσιν κατὰ πρόληψιν ὑπονοίας, τούτῃστι πιθανότητα καὶ ἀπόδειξιν, ὧν λέγει, καὶ λύσεις 32 ὑπονοίας τινός, ἥτις τοὺς ἀκροατὰς ὑποτρέχει· καὶ τοῦτο δῆλον ἐξ ὧν αὐτὸς φησιν.ὁ τεχνικός· ,,πιστεύει γὰρ ἕκαστος

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
