# Exegesis In Peri Methodou Deinotetos 1214.22

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1214.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1214.22
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1214.22

ὡσπερ τό·30 ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. Κυρτὰ, φαληριόωντα: τῇ ἐξαιρέσει 31 τοῦ καὶ συνδέσμου μεγαλειότερα ἀπέβησαν μᾶλλον, ἢ εἰ εἶπε κυρτὰ καὶ φαληριόωντα, καὶ ἔχει μέγεθος, ἀλλὰ καὶ πλήθος· ἐμφαίνει τὸ ἀσύνδετον· οἷον· πολλοῖς δὲ παιδευθεὶς πρότερον, ἀντὶ πολλῶν τῶν ἀμαρτημάτων, ὧν ἡ τῆς κακίας ῥίζα ἐβλάστησε κατὰ διαφόρους αἰτίας καὶ χρόνους, λόγῳ, νόμῳ, προσήταις, εὐεργεσίαις, 32 ἀπειλαῖς, πληγαῖς, ὕδασιν, ἐμπόρησμοῖς, πολέμοις, νίκαις, ἥτταις, σημείοις ἐξ οὐρανοῦ, σημείοις ἐξ ἀέρος, ἐκ γῆς, ἐκ θαλάττης, ἀνδρῶν, πόλεων, ζῴων ἀνεπίστοις μεταβολαῖς, ταῦτα γὰρ ἔχουσι μὲν πλήθος, ἀλλὰ μετὰ ἤθους τινὸς ἐναγωνίου τὸ πλήθος δή· παρεισάγουσιν. ὥσπερ οὖν τὸ μετὰ συνδέσμων λεγόμενον ἔχει καὶ πλήθος καὶ μέγεθος, πλὴν πραγματικόν, οὕτω καὶ τὸ ἄνευ συνδέσμων· 33 ἠθικὸν δὲ καλεῖται καὶ οὐ πραγματικὸν τὸ τοιοῦτον πλήθος 34 καὶ μέγεθος, ὥσπερ ἐκεῖνο πραγματικὸν πλήθος καὶ μέγεθος· ἔοικε γὰρ ὁ καὶ σύνδεσμος τεθεῖς πράγματα σημαίνειν πολλά, καὶ συσφίγγειν τὸν λόγον, τὸ δὲ ἀσύνδετον ἐστὶ μὲν καὶ αὐτὸ ἔχον πλήθος, ὡς εἴρηται, πραγμάτων, πλὴν καθὼς 35 ἀπολύτως εἰσάγεται, δοκεῖ μὴ ἔχειν· οὐ γὰρ ἀλλήλοις τὰ κῶλα συνέχεται, οὔδὲ συσφίγγεται, ἵνα πραγμάτων πλήθος πολὺ παραστήσωσιν, ὅθεν καὶ τὴν τοιαύτην ἐρμηνείαν οἱ παλαιοὶ διηρημένην 36 ὀνομάζον· ὡς τὰ πλεῖστα 37 ἔχει τῶν Ἡροδότου, καὶ ὡς ἡ Ἑκαταίου ἔχει ιστορία, καὶ ὅλη ἡ ἀρχαία, παράδειγμα δὲ αὐτῆς Ἑκαταὸς Μιλήσιος ὡδε μυθεῖται· ,,ταῦδε γράφω, ὡς μοι δοκεῖ ἀλη-

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
