# Exegesis In Peri Methodou Deinotetos 1214.6-19

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1214.6 to 1214.19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1214.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1214.6

5ὁ πανταχοῦ μάτην ἐμβαλλόμενος σύνδεσμος. γ'. Οἷον, "Ὀλυνθον μὲν δὴ καὶ Μεθώνην25* καὶ Πύδναν καὶ Ποτίδαιαν καὶ Ἀπολλωνίαν, καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θράκης ἔω· τοῦτο τὸ χωρίον ἐστιν ἐκ τοῦ κατὰ Φιλίππου τρίτου λό- 10γου· ἐνταῦθα γὰρ βουλόμενος ὁ ῥήτωρ δεῖξαι τὸν Φίλιππον πᾶση τῇ Ἑλλάδι ἐπιβουλεύοντα καὶ ἀδικοῦντα τοὺς Ἕλληνας ταῦτά φησιν· ἔχει δὲ οὕτως· "Ὀλυνθον μὲν δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θράκης ἔω, ἃς ἀπάσας οὕτως ὡμῶς ἀνῆρκεν, 15ὥστε26 μηδ', εἴ πώποτ' ὤχῃθησαν, προσελθόντα εἶναι ῥάδιον εἰπεῖν· καὶ τὸ Φωκίων27 ἔθνος τοσοῦτο ἀνῆρημένον σιωπῶ. ἀλλὰ Θετταλία πῶς28 ἔχει; οὐχὶ τοὺς πολίτας καὶ τὰς πόλεις αὐτῶν παρήρηται;“ καὶ τὰ ἕξης· ἡ δὲ ὑπόθεσις τοῦ λόγου αὐτῆ· Φιλίππου λόγῳ μὲν εἰρήνην 20ἄγοντος, ἔργῳ δὲ πολλὰ ἀδικοῦντος, συμβουλεύει τοῖς Ἀθηναίοις ὁ ῥήτωρ, ἀναστῆναι καὶ ἀμύνασθαι τὸν βασιλέα, ὡς κινδύνου μεγάλου καὶ αὐτοῖς ἐπικρεμαμένου καὶ πᾶσι κοινῇ τοῖς Ἕλλησιν. δ'. Τὸ δὲ ἄνευ συνδέσμων λεγόμενον ἡθι- 25κόν ἐστιν.29 ἐργάζεται καὶ τὸ ἄνευ συνδέσμων λεγόμενον ἦθος καὶ μέγεθος καὶ πλήθος, πλὴν ἦθος μᾶλλον,

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
