# Exegesis In Peri Methodou Deinotetos 1232.3-1233.1

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1232.3 to 1233.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1232.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1232.3

Εὐ μέν τις δόρυ θηκάσθω· εὐ δ' ἀσπίδα θέσθω· Εὐ δέ τις ἅρματος ἅμφις ἰδὼν πολέμιο μεδέσθω. 15. Καὶ Θουκυδίδης· αἴτιον δ' ἦν οὐχ ἡ ὀλιγανθρωπία τοσοῦτον, ὅσον ἡ ἀχρηματία· τοῦτο λέγει ὁ συγγραφεὺς περὶ τοῦ καταλόγου τῶν Ἑλληνικῶν νεῶν· ἐὰν γὰρ τὸ ἀκριβὲς σκοπήσῃ τις, ὀλίγοι ἦλθον, φασίν, ἀπὸ πάσης τῆς Ἑλλάδος εἰς Τροίαν· τούτου δὲ αἴτιον, οὐχὶ τὸ ὀλίγους εἶναι τότε τοὺς ἀνθρώπους 10 ἐν τῇ Ἑλλάδι, ἀλλὰ τὸ ἄπορον· ἔχει δὲ οὕτω τὰ Θουκυδίδου· 25 „νομίζω δὲ τὴν στρατιὰν ἐκείνην μεγίστην μὲν γενέσθαι τῶν πρὸ αὐτῆς, λειπομένην δὲ τῶν νῦν τῇ Ὁμήρου ποιήσει, εἰ τι χρὴ καὶ ἐνταῦθα πιστεύειν, ἦν εἴκὸς ἐπὶ τὸ μείζω μὲν ποιητὴν ὄντα κοσμήσαι, ὅμως 15 δὲ φαίνεται καὶ οὕτως ἔνδεεστέρα· πεποίηκε γὰρ χιλίων καὶ διακοσίων νηῶν τὰς μὲν Βοιωτῶν εἴκοσι καὶ ἑκατὸν ἀνδρῶν, τὰς δὲ Φιλοκτήτου πεντήκοντα, δηλῶν, ὡς ἐμοὶ δοκεῖ, τὰς μεγίστας καὶ ἐλαχίστας· ἄλλων γοῦν μεγέ- θους περὶ ἐν νεῶν καταλόγῳ οὐκ ἐμνήσθη· αὐτεφέται δ' 20 ὅτι καὶ μάχιμοι πάντες ἐν ταῖς Φιλοκτήτου ναυσὶ, δεδήλωκε· τοξότας γὰρ πάντας πεποίηκε τοὺς προσχώπους, περίνεως δὲ οὐκ εἴκὸς πολλοὺς ξυμπλεῖν, ἔξω τῶν βασιλέων καὶ τῶν μάλιστα ἐν τέλει· καὶ τὰ ἔξης· καὶ ταῦτα μὲν τὰ Θουκυδίδου. Ἱστέον δὲ ὡς πλοῖα κατάφρακτα 25 λέγει τὰ σesanιδωμένα· οὐχ ἦν οὖν αὐτοῖς, φησίν, τοιαῦτα, ὥστε κάτω μὲν αὐτοὺς τιθέναι τὰ ὅπλα, αὐτοὺς δὲ ἄνω διάγειν, τὰ γὰρ τῶν ἡττῶν πλοῖα οὐχ ἦν σesan- ιδωμένα, ἀλλὰ κάτω ἐκαθίζοντο, διὰ τὸ μὴ φαίνεσθαι αὐτοὺς ἐπὶ πλέον, ἦν οὖν διὰ τοῦτο κοιλότερα. 30 ἡ. Καὶ Δημοσθένης· 26 ἄν τοίνυν ἐξελέγξω σαφῶς Αἰσχίνην τουνονί, μηδὲν ἀληθὲς ἀπηγγελκότα καὶ ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. κεχωλυκότα ἐμοῦ τὸν δῆμον ἀκούσοντα τάλιηθ λέγοντος, καὶ πάντα τἀναντία τῶν συμφερόντων συμβεβουλευκότα, καὶ μηδὲν ὧν προσετάξατε ἐν τῇ προσειᾷ πεποιηκότα καὶ τὰ ἐξῆς.

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
