# Exegesis In Peri Methodou Deinotetos 1235.1

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1235.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1235.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1235.1

ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. φέρεν δυναμένην, ἀθανάτῳ δὲ τείχει τῷ Νείλῳ τετειχισμένην. χ'. Τὸ ἐν ταῖς παραίνεσει μάλιστα· ὁ Ἱσοκράτης ἐν ταῖς παραίνεσις παρίσιος ἐχρήσατο, ἵνα ποιήσῃ προσέχειν τοὺς ἀκούοντας καὶ ἀναγινώσκοντας· ἐστὶ δὲ τοιαῦτα. μίσει τοὺς κολακεύοντας, ὡς περ τοὺς ἐξαπατῶντας· τοὺς φίλους αἰσχύνου, τοὺς δὲ νόμοις πείθου. τὰς ἡδονὰς θήρευε τὰς μετὰ δόξης, τέργως γὰρ σὺν τῷ καλῷ μὲν ἄριστον, ἄνευ δὲ τούτου κάκιστον· εὐλαβοῦ τὰς διαβολάς, κἂν ψευδεῖς ὦσιν, οἱ γὰρ πολλοὶ τὴν ἀλήθειαν ἀγνοοῦσι, πρὸς δὲ τὴν δόξαν ἀποβλέπουσιν· ἡδέως μὲν ἔχε πρὸς ἅπαντα, χρῶ δὲ τοῖς βελτίστοις, οὕτω γὰρ τοῖς μὲν οὐκ ἀπεχθὴς ἔση, τοῖς δὲ φίλος γενήση· καὶ ὁ θεολόγος τοιούτοις παρίσιοις ἐχρήσατο· μὴ πρόθυρα στεφανώσωμεν, μὴ κοσμήσωμεν ἀγυίας, μὴ ὀφθαλμὸν ἐστιάσωμεν, μὴ ἀκοὴν καταυλήσωμεν, μὴ ὀσφρησιν ἐνδηλώσωμεν, μὴ γεύσιν καταπορνεύσωμεν.

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
