# Exegesis In Peri Methodou Deinotetos 1256.26

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1256.26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1256.26
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1256.26

om. 20 Vind. αὐτόπως ἔχειν. 21 τὸν γὰρ ἀνειμένως usque ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. λή. Οἷον ἐδίδασκες γράμματα, ἐγὼ δ' ἐφοίτωv· ταῦτα ἐν τῷ περὶ στεφάνου κείται· φησὶ ταῦτα 22 Αἰσχίνῃ Δημοσθένῃς τὰ ἑαυτοῦ πρὸς τὴν ἐκείνου ἀντιπαρατιθεὶς· ἔχει δὲ οὕτως· ἐξέτασον τοίνυν παράλληλα τὰ σοὶ κάμοι βεβιωμένα πρᾶξος καὶ μὴ πικρῶς, Αἰσχίνη, 5 εἴτ' ἐρώτησον τουτουσί, τὴν ποτέραν τύχην ἂν ἔλοιτο ἕκαστος αὐτῶν, ἐδίδασκες γράμματα, ἐγὼ δ' ἐφοίτων, ἐτέλεις, ἐγὼ δ' ἐτελοῦμην, ἐχόρευες, ἐγὼ δ' ἐχορήγουν· ἐγραμμάτευες, ἐγὼ δ' ἐκκλησιάζων, ἐτριταγωνίστεις, ἐγὼ δ' ἐθεώρουν, ἐξέπιπτες, ἐγὼ δ' ἐσύριττον, ὑπὲρ τῶν 10 ἐχθρῶν πεπολίτευσαι πάντα, ἐγὼ δ' ὑπὲρ τῆς πατρίδος· καὶ ταῦτα μὲν τὰ τοῦ Δημοσθένους· ἡ δ' ἔννοια τούτων αὕτη· σὺ μὲν, φησίν, ἐδίδασκες γράμματα, ἐγὼ δὲ 23 ἦν τῶν φοιτῶντων, πλὴν οὐ παρὰ τῷ Αἰσχίνῃ 24 ἐφοίτησεν· οἱ γοῦν διδάσκοντες ὡς ἐνδεεῖς καὶ πέννῃτες ἐδί- 15 δασκον, ὡς αὐτὸς 25 ὁ Δημοσθένης λέγει· σὺ δὲ ὁ σεμνὸς ἀνὴρ διαπτύων τοὺς ἄλλους σκόπει πρὸς ταῦτα ποία τινὶ χέρησαι τύχῃ, δι' ἣν παῖς μὲν ὢν μετὰ πολλῆς ἐνδείας ἐτράφης ἅμα τῷ πατρὶ πρὸς τῷ διδασκαλεῖῳ προσεδρεύων, τὸ μέλαν τρίβων καὶ τὰ βῆθρα σπογγίζων καὶ 20 τὸ παιδαγωγείον χορῶν, οἴκετον τάξιν, οὐκ ἐλευθέρου παιδὸς ἔχων· σὺ μὲν οὖν ἐδίδασκες, φησίν, ἐγὼ δέ, ὡς ἐλευθέρῳ προσήκον ἀνδρὶ, ἐφοίτων ἐς διδασκαλεῖον καὶ ἐμάνθανον, καὶ σὺ μὲν ἐτέλεις, ἤγουν καθαρμοὺς τινὰς ἐποίεις· διεβέβλητο δὲ καὶ τοῦτο, ὡς πάλιν ὁ 26 Δημοσθένης δηλοῖ 25 λέγων· ἀνὴρ δὲ γενόμενος τῇ μητρὶ τελοῦση τὰς βίβλους ἀνεγίνωσκες καὶ τἆλλα συνεσχευούρεις· τὴν μὲν νύκτα νεβρίζων καὶ κρατηρίζων καὶ καθαίρων τοὺς τελουμένους καὶ

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
