# Exegesis In Peri Methodou Deinotetos 1261.1

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1261.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1261.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1261.1

ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. εἰη· εἰπεῖν δὴ φασὶ τὸν Σάτυρον, ὅτι ὧν μὲν οἱ ἄλλοι δεόνται οὐδενὸς ὧν ἐν χρείᾳ τυγχάνει, ὃ δ’ ἂν αὐτὸς ἀπαγγείλαιτο ἥδως, ῥῆστα μὲν ἐστὶ Φιλίππῳ δοῦναι καὶ χαρίσασθαι πάντων καὶ τὰ λοιπά. Ἔχομεν δὲ καὶ παρὰ τῷ Θεολόγῳ ἀντίθετον· ἔχουσιν οὗτοι τὸ βάλλειν, ἡμεῖς 5 τὸ φέρειν, καὶ ἐν τῷ εἰς τοὺς Μακκαβαίους λόγῳ· ἐμοὶ δὲ οὐ τεθνήκατε, φίλτατοι παῖδες, ἀλλ’ ἐκαρποφορήθητε, οὐκ ἐκλειπίατε, ἀλλὰ μετεληλύθατε, οὐ κατεξάνθητε, ἀλλὰ συνεπάγητε, καὶ πάλιν ἐν τῷ περὶ τοῦ υἱοῦ πρώτῳ λόγῳ· ἐβαπτίσθη μὲν ὡς ἄνθρωπος, ἀλλ’ ἀμαρ- 10 τίας ἔλυσεν ὡς θεός, ἀλλ’ ἵνα ἀγιάσῃ τὰ ὕδατα· ἐπειράσθη ὡς ἄνθρωπος, ἀλλ’ ἐνίκησεν ὡς θεός. ἀλλὰ θαύρεῖν διακελεύεται ὡς κόσμον νενικηκώς· ἐπείνησεν, ἀλλ’ ἐθρεψε χιλιάδας, ἀλλ’ αὐτὸς ἐστὶ ζωτικὸς καὶ οὐράνιος, ἐδίψησεν, ἀλλ’ ἐβόησεν, ἐὰν τις διψᾷ, ἐρχέσθω πρὸς με 15 καὶ πινέτω, ἀλλὰ καὶ πηγάζειν ὑπέσχετο τοὺς πεπιστευκότας· καὶ πάλιν ἐν τῷ δευτέρῳ στηλιτευτικῷ· σβεσάτω τὸ πῦρ ὁ δαδοῦχος, ἀπτέτωσαν τῷ νυμφίῳ αἱ φρόνιμοι καὶ ἱεραὶ παρθέναι τὰς ἑαυτῶν λαμπάδας· ἀποθέσθω τὴν πορνικὴν ἱεροφάντης στολήν· ἱερεῖς ἐνδύσασθε δι- 20 καιοσύνην καὶ καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας, καὶ τὸν μέγαν καὶ ἄσπιλον χιτῶνα, Χριστὸν, τὸ ἡμέτερον κόσμημα, σιγάτω σὸς κῆρυξ τὰ ἄτιμα, φθεγγέσθω κῆρυξ ἐμὸς τὰ ἐνθεα· παῦσόν σου τὰς γοητικὰς καὶ μαντικὰς βίβλους. αἱ προφητικαὶ τε καὶ ἀποστολικαὶ μόναι 25 ἀνελιττέσθωσαν· ἐπίσχες σου τὰς αἰσχρὰς καὶ σκότου γεμούσας νύκτας· ἀντεγερῶ τὰς ἱερὰς ἐγὼ καὶ λαμπρὰς παννυχίδας· φράζον τὰ ἄδυτά σου καὶ τὰς εἰς Ἀἰδου φερούσας ὁδοὺς, ἐγὼ τὰς φανερὰς καὶ φερούσας πρὸς οὐρανὸν ἐξηγήσομαι. 30

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
