# Exegesis In Peri Methodou Deinotetos 1291.3

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1291.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1291.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1291.3

σέ. Δημοσθένους δὲ τὰ ἄμικτα ἐμιξεν ἐν τῷ κατὰ Μειδίου. ἐστὶ δὲ πρῶτον μὲν ἐκεῖνο οὐκ ἄδηλος ἔρων, ἐξ ὧν ἰδίᾳ πρὸς τινὰς διεξὼν ἀπηγγέλλετό μοι, ὡς εἴπερ ἀληθῶς ἐπεπόνθειν ταῦτα, ἃ λέγω, δίκας ἰδίας μοι προσῆκεν αὐτῷ λαχεῖν, τῶν μὲν ἱματίων καὶ τῶν χρυσῶν στεφάνων τῆς διαφθορᾶς, καὶ τῆς περὶ τὸν χρόνον πάσης ἐπηρείας καὶ βλάβης· ὧν δὲ εἰς τὸ σῶμα φημὶ ὑβρισθᾶι, ὑβρεως, οὐ μὰ τὸν Δία, οὐχὶ δημοσίᾳ χρῆνεν αὐτόν, καὶ τίμημα ἐπάγειν, ὅ τι χρή παιδεῖν ἢ ἀποτῖσαι. Ὡσα οὖν πῶς καὶ τῇ ἀκοῇ ἐχρήσατο εἰπὼν· ἐστὶ δὲ καὶ οὐκ ἄδηλος ἔρων· τὸ γὰρ λέγειν, δῆλός ἐστι ποιῶν τόδε καὶ τόδε, οὐδὲν διαφέρει τοῦ λέγειν, ὅτι οἶδα, ποιεῖ τόδε καὶ τόδε· διὰ τί οὖν ἀμφοτέροις ἐχρήσατο; τῇ ἀκοῇ μὲν, διὰ τὸ εἶναι ἰσχυρὸν τὸ προτεινόμενον παρὰ τοῦ ἐχθροῦ· τοῦτο γὰρ λέγει κεφάλαιον, ὅ τὸν τοῦ παραγραφικοῦ τόπον ἐπέχει· πρὸς γὰρ τὴν προβολὴν τοῦ Δημοσθένους ἀντιτίθησιν ἐκεῖνο, ὅτι δίκην ἰδιωτικὴν ἔχρην αὐτὸν δικάσασθαι· ὑπὲρ μὲν τῶν ἱματίων καὶ τῶν στεφάνων βλάβης,

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
