# Exegesis In Peri Methodou Deinotetos 1292.1

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1292.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1292.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1292.1

ὑπὲρ δὲ ὧν εἰς τὸ σῶμα ὑβρισθᾶι φησίν, ὑβρεως. καὶ τῇ μὲν ἀκοῇ διὰ ταύτην τὴν αἰτίαν χῆται. τῇ δὲ ἐπιστήμῃ, ἧν εὐθὺς εὐκαταφρόνητον δεῖξῃ τὸ παρὰ τοῦ Μευδίου λεγόμενον. ἀλλὰ καὶ ἐν τῷ πρὸς Λεπτίνην, ἐπειδὴ ἐκείνῳ ἐδόκει ἰσχυρότατον κεφάλαιον τὸ ἀναξίους τινὰς λαβεῖν τὴν τῆς ἀτελείας δωρεάν, τῷ δὲ Δημοσθένει καὶ πάνυ σαφρὸν, διὰ τοῦτο, ὡς ἀνισχύρου, καταφροντῶν, τῇ ἐπιστήμῃ προὔτεινεν, ὡς ἂν εἰ καὶ ἀσθενὲς ἦν τῷ ὄντι. τριχῶς γὰρ λύει τοῦτο· πρῶτον, κατὰ παράλειψιν· ἐγὼ δ᾽, ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν δωρεὰν τῶν ἀδίκων ἐστιν, ἐάσω. δεύτερον, καθ᾽ ὑπόθεσιν· ὅτι θάμειν, ὅτι πάντες ἦσαν ἀνάξιοι· τί δήποτε ἐγραψας μηδὲ ἐξεῖναι τῷ δήμῳ αἰτηθέντι δοῦναι; τρίτον, ὅτι χρεῖττον ὑμᾶς κυρίους εἶναι τῆς δωρεᾶς, ἐξαπατηθέντας δὲ ποτε καὶ φαύλῳ τινὶ δοῦναι, ἢ διὰ τὸ παντελῶς ἀκύρους εἶναι, μηδ᾽ ἂν ἀξίον τινα εἰδῆτε, ἐξεῖναι τιμῆσαι· ἐκ μὲν γὰρ τοῦ πλείονας, ἢ προσήκει, τιμῶν, πολλοὺς εὖ ποιῶν προκαλεῖσθε ὑμᾶς. ἐκ δὲ τοῦ μηδενὶ μηδὲν, μηδ᾽ ἂν ἀξίος ᾖ, διδόναι, πάντας ἀπεῖρξετε τοῦ φιλοτιμεῖσθαι.

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
