# Exegesis In Peri Methodou Deinotetos 1298.1-18

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1298.1 to 1298.18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1298.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1298.1

ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. τῷ καλῷ, εἶτα τοὺς λοιποὺς· ἐστι δ’ οὐκ ἄδηλον, ᾧ ἄνδρες Ἀθηναῖοι, τοῦθ’, ὅτι Λεπτίνης, κἂν τις ἄλλος ὑπὲρ τοῦ νόμου λέγῃ, δίκαιον μὲν οὐδὲν ἔρει περὶ αὐτοῦ, φήσει δ’ ἄναξιους τινὰς ἀνθρώπους, ἐνραμένους ἄτελειαν, ἐκδεδυκέναι τὰς λειτουργίας· τοῦτο δὲ τὸ τῆς ἀξίας, λέγω δὴ τὸ ἄναξιους εὑρεῖν τὴν ἄτελειαν, οὐ κεφάλαιόν ἐστιν, ἀλλὰ παρὰ τοῦ Λεπτίνου εἰσαγόμενον πρὸς τὸ δίκαιον, ὃ προηγουμένως Δημοσθένης προὔβαλλετο· ἔλεγε γὰρ ὁ Δημοσθένης, ὅτι οὐ δίκαιον στερεῖσθαι τῆς δωρεᾶς τοὺς εὐεργέτας τῆς πόλεως· πρὸς ὃ ἀντίθεσιν τινα Λεπτίνης προέτεινεν, ὅτι οὐκ ἔστι δίκαιον ἄναξιους τινὰς λαμβάνειν τὴν τοιαύτην δωρεάν· τοῦτο γοῦν τῷ Δημοσθένει πρῶτον ἐξήτασται· ζητήσειε δ’ ἂν τις· τί δήποτε τῆς πραγματικῆς μὴ ἔχούσης τὸ καλὸν κεφάλαιον, (τὸ γὰρ καλὸν τέλος ἐστὶ τοῦ πανηγυρικοῦ,) ἐνταῦθα ὁ Ἑρμογένης περὶ τοῦ Φορμίωνος καὶ τοῦ Δημοσθένους φησίν, ὡς ἐχοῦσαντο τῷ καλῷ· ἐστιν οὖν εἰπεῖν, ὡς πολλάκις ἀλλήλοις τὰ εἴδη συμπίπτουσιν ἐν τῷ πανηγυρικῷ, τὸ συμβουλευτικόν, καὶ ἄναπαλιν, ὥσπερ καὶ ἐνταῦθα, ἐπαινοῦντος τοῦ ῥήτορος τὸ τῆς πόλεως ἦθος, ἐμπέπτωχε τὸ καλόν· ἢ ὅτι καὶ τῷ συμφέροντι ἐμπέπτωχε τὸ καλόν. πά. Περὶ τοῦ ἀνεπαχθῶς ἑαυτὸν ἐπαινεῖν. Τοῦ ἑαυτὸν ἐπαινεῖν ἐπαχθοῦς ὄντος καὶ εὐμισήτου· ἐπειδή τὸ μεγαληγορεῖν καὶ λέγειν περὶ αὐτοῦ ἐπαχθὲς ἐστὶ καὶ παρὰ πάντων μισούμενον, ὅταν

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
