# Exegesis In Peri Methodou Deinotetos 1300.1

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1300.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1300.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1300.1

ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. ὡς καὶ ὁ Δημοσθένης πεποίηκε, λέγων· „Ἐὰν δ’ ἐφ’ ᾧ πεποίηκα καὶ πεπολίτευμαι βαδίζω, 8 πολλάκις λέγειν ἀναγκασθήσομαι περὶ ἑαυτοῦ. πειράσομαι μὲν οὖν ὡς μετριώτατα τοῦτο ποιεῖν· ὅ τι δ’ ἂν τὸ πρᾶγμα αὐτὸ ἀναγ- 5 κάζῃ, τὴν αἰτίαν δίκαιός ἐστιν οὗτος ἔχειν, ὁ τοιοῦτον ἄγωνα ἐνστησάμενος·“ καὶ πάλιν ἀλλαχοῦ 9 ἐν τῷ περὶ στεφάνου τοῦτό φησι. „Τῶν μὲν οὖν λόγων, οὓς οὗτος ἄνω καὶ κάτω κυκλῶν ἔλεγε, περὶ τῶν 10 παραγεγραμμένων νόμων, οὔτε μὰ τοὺς θεοὺς οἶμαι μανθάνειν, 10 οὔτ’ αὐτὸς ἠδυνάμην συνείναι τοὺς πολλούς, 11 ἀπλῶς δὲ τὴν ὀρθὴν ὁδὸν περὶ τῶν δικαίων διαλέξομαι· τοσοῦτο 12 γὰρ δέω λέγειν ὡς οὐκ εἰμὶ 13 ὑπεύθυνος, ὅ 14 νῦν οὗτος πολλάκις διέβαλλε καὶ διωρίζετο, ὡσθ’ 15 ἅπαντα τὸν βίαν ὑπεύθυνος εἶναι ὁμολογῶ ὧν ἢ διαχειρίχα ἢ πεπολίτευμαι 15 παρ’ ὑμῖν· 16 ὧν μέντοι γε ἐκ τῆς ἰδίας οὐσίας ἐπαγγελίαμενος δέδωκα τῷ δήμῳ, οὐδὲ μίαν ἡμέραν ὑπεύθυνος εἶναί φημι (ἀκούεις Αἰσχίνη;) οὐδ’ ἄλλον οὐδένα· τίς γάρ ἐστι νόμος τοσαύτης ἀδικίας καὶ μισανθρωπίας μεστός, ὥστε τὸν δόντα τι τῶν ἰδίων καὶ ποιήσαντα πρᾶγμα φιλάν- 20 θρωπον καὶ φιλόδορον τῆς χάριτος μὲν ἀποστερεῖν, εἰς τοὺς συκοφάντας δὲ ἄγειν.“ Ἡ τοίνυν πρὸς τὸν ἐναντίον ἀποστροφή ἀφαιρεῖται τὸ φορτικὸν δοκεῖν τὸν ἐπαινοῦντα ἑαυτὸν τοῖς ἀχροσταῖς. δοκεῖ γὰρ μὴ ὀνειδίζειν αὐτούς, ἀλλὰ λυπεῖν τὸν ἀντικαθιστάμενον· τοιοῦτόν τι 25 ποιεῖ καὶ Ἀχιλλεύς, πρὸς Ἀγαμέμνονα τὸν λόγον ἀποτεινόμενος·

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
