# Exegesis In Peri Methodou Deinotetos 1305.1-10

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1305.1 to 1305.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1305.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1305.1

ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. νόμοι, οὓς καὶ κλέπτων ἡγοῦν παρακρουόμενος Δημοσθένης ἀπλότητα προσποιεῖται, ἵνα μὴ δόξῃ ἐκ κακουργίας τούτους λυμαίνεσθαι· πρῶτος μὲν ὁ κελεύων, μὴ στεφανοῦν ὑπεύθυνον ἄρχοντα· δεύτερος δὲ ὁ ἐν θεάτρῳ ἀπαγορεύων ἀνακρύττειν τὸν στέφανον· ὁ δὲ Δημοσθένης πρὸς τούτους ἐνιστάμενος λέγει, ὅτι οὐκ ἦν ἄρχων οὐδὲ ἔστιν ἄρχη ἡ τῶν τειχῶν οἰκοδομή, ἀλλὰ διακονία τις καὶ ἐπιμέλεια· εἰ δὲ καὶ ἄρχη ἦν, τῷ γε ἐπιδεδωκέναι ἐκ τῶν ἰδίων καὶ μηδὲν εἰληφέναι ἐκ τῆς πόλεως οὐκ ἦν ὑπεύθυνος, ἀλλὰ πρὸς τοῦτο ἀνθυποφέρει Αἰσχύνης, μὴ ἑαυτοῦ ἐπιδεδοκέναι, ἀλλ᾽ ἔχειν παρὰ τῆς βουλῆς εἰς τοῦτο περιουσίας δέκα τάλαντα· πάλιν δὲ ὁ Δημοσθένης νόμον ἕτερον, τὸν ἐν θεάτρῳ διοριζόμενον ἀνακρύττειν προὔβαλ·το, ἂν ὁ δῆμος ψηφίσῃται, πρὸς ὃν Αἰσχίνης φησίν, ὡς οὐ περὶ πολιτῶν, ἀλλὰ περὶ ξενκῶν στεφάνων περιουσίας ὁ νόμος τοῦτο προβάλλεται, τουτέστιν ἂν ξένοι τινὲς βουληθῶσι στεφανοῦσθαι.καὶ ὁ δῆμος ψηφίσῃται, ἐξέστω κηρύσσειν τοῦτον ἂνὰ τὸ θέατρον, ἀλλ᾽ οὐχ ὅταν πολίτης. πδ᾽. Περὶ δευτερολογιῶν· διὰ ποίας αἰτίας μερίζεται λόγος καὶ πῶς γίνεται; Δευτερολογιῶν εἴδη τάδε· μέθοδος ἡμῖν ἐνταῦθα ὑπὸ τοῦ τεχνικοῦ παραδίδεται, πότε δεῖ ταῖς δευτερολογίαις χρῆσθαι· γίνεσθαι δὲ φησι τετραχῶς· ἤτοι γὰρ διὰ μέγεθος τοῦ ἀγῶνος μεριζεται ἡ κατηγορία καὶ ἡ ἀπολογία· ὅτε γὰρ ἐστι

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
