# Exegesis In Peri Methodou Deinotetos 1338.3-1340.2

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1338.3 to 1340.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1338.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1338.3

10 λβ’. Τῇ δὲ 48 ἐναντιώσει τῶν εἰκόνων οὕτως· τρίτη αὕτη μέθοδος, τὸ χρῆσθαι ταῖς εἰκόσιν 49 ἐναντίαις 50 τῇ φύσει τῶν πραγμάτων· τῷ ὄντι γὰρ καὶ τοῦτο τρόπος κωμωδίας ἐστιν· εὐτελίζεται γὰρ τὰ μεγάλα τοῖς μικροῖς παραβαλλόμενα, ὡς ὁ Δημοσθένης ποιεῖ. 51 15 „Πονηρόν, ὦ Ἀθηναῖοι, πονηρὸν ὁ συκοφάντης, καὶ πανταχόθεν βάσκονον καὶ φιλαίτιον· τοῦτο δὲ καὶ φύκαὶ σει κίναδος τῶν ἀνθρώπῶν ἐστιν, οὐδὲν ἐξ ἀρχῆς ὑγιὲς πετοῖς ποιηκὸς, οὐδ' ἐλεύθερον. λγ'. Αὐτοτραγικὸς πίθηκος, ἄρουραῖος Οἰνόμαος, παράσημος ῥήτωρ. Ἐπανθῶι 52 ἐναντία πράγματα ὁ ῥήτωρ τέθωκεν· εἰπὼν γὰρ τὸ αὐτοτραγικὸς, τούτ ἐστιν αὐτόχρημα τραγικὸς, ἤτοι μεγαλόφωνος καὶ τραγικῆς ὑποκρίσεως ἄξιος, ἐπάγει εὐτελὲς τὸ πίθηκος· καὶ πάλιν τῷ ἄρουραῖος τὸ Οἰνόμαος, εὐτελεῖ τινι μικρῷ μέγα τι καὶ ἡρωϊκὸν ὄνομα· ἄρουραῖος μὲν 10 γάρ ἐστιν ὁ μὺς ὁ ἐκ τῆς ἀρούρας 53 γενημένος· ὁ δὲ Οἰνόμαος εἷς τῶν ἡρώων, 54 ὁ τῆς Ἱππόδαμιας πατήρ· δοκεῖ δὲ ὁ Αἰσχύνης ὑποκριτὴς τραγωδίας γενόμενος, καὶ τὸ δράμα τοῦτο ὑποκρινόμενος, κακῶς ὑποκρίνασθαι καὶ διεκπεσεῖν· διὰ τοῦτο καὶ ἄρουραῖον αὐτὸν ὁ Δημοσθένης καλεῖ, ὡς τὸ πρόσωπον τοῦ ἡρώος κακῶς καὶ λίαν εὐτελῶς μιμησάμενον. Περὶ ἀμφιβολίας. λδ'. Τοῖς 1 μὲν πολλοῖς δοκεῖ πολλάς ἐν βιβλίοις· τεχνικῶς παραδιδωσι μέθοδον τοῦ πάσαν ἀμφιβολίαν, ἀπορίαν παρέχουσαν τοῖς ἀναγινώσκουσιν, εὐχερῶς τε λύειν, καὶ διαλῦειν τὸ ἄπορον· ἢ γὰρ ἡ διάνοια ἄτοπός ἐστιν, ἢ ἡ συνθήκη τῆς φράσεως· 2 αὐτίκα, τίς οὕτως ἐστιν ἀνόητος ὥστε ἀμφιβολεῦν περὶ τοῦ· ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. θεοὺς δὲ θύσαι 3 ἀνώγει Πάτροκλον, ὃν ἑταῖρον, εἴτε αὐ- 4 τὸν κελεύει σφαγιασθῆναι τοῖς θεοῖς, εἴτε τῷ Πατρόκλῳ προστάττει τοῖς θεοῖς θύσαι· κεῖται δὲ τοῦτο ἐν τῷ 5 Ἰ τῆς Ἰλιάδος· ὅτε γὰρ ὁ Αἴας καὶ ὁ Φοινὴξ σὺν Ὀδυσσῇ ἦλθον 5 πρεσβεύοντες, παρεκελεύσατο τῷ Πατροκλῷ Ἀχιλλεὺς, παραθεῖναι αὐτοῖς 6 τροφὰς, καὶ τῇνικαῦτα καὶ 7 θύσαι θεοὺς ἀνώγει

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
