# Exegesis In Peri Methodou Deinotetos 1341.1

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1341.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1341.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1341.1

ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ, ΛΕΙΝΟΤ. ἐστερήθησαν· τὰ δὲ τελευταῖα πρὸ τοῦδε τοῦ πολέμου, ὁ δῆμος αὐτῶν ἐξεδίωξε τοὺς δυνατοὺς· οἱ δὲ ἀπελθόντες μετὰ τῶν βαρβάρων ἐλήζοντο τοὺς ἐν τῇ πόλει κατὰ τε γῆν καὶ κατὰ 14 θάλασσαν· σημειῶσαι τοίνυν ἐκ τούτων αὐτὸς, ὡς παρόραμα ἐνταῦθα τῷ Ἑρμογένει ἐγένετο· 5 ἔοιχε γὰρ ἡ στάσις πρότερον γεγονέναι, εἰδ’ οὕτως ὁ πόλεμος· στασιασόντων γὰρ τῶν ἐν Ἐπιδάμνῳ καὶ ἀπελασάντων τοὺς δυνατοὺς, ἐκινήθη ὁ πόλεμος, τῶν δυνατῶν μετὰ τῶν προσοίκων βαρβάρων ληζομένων τοὺς ἐν τῇ πόλει· εἰ δὲ τις λέγει τὴν φθορὰν μὴ δεῖν ἐπὶ τοῦ πολέμου 10 παραλαμβάνεσθαι, τῷ Ἑρμογένει ἐπόμενος, ἴστω ὡς ὁ Θουκυδίδης τῇ τοιαύτῃ λέξει ἐπὶ τοῦ πολέμου ἐχρήσατο εἰπών· „οἱ δὲ ἐν τῇ πόλει ὄντες Ἐπιδάμνιοι, ἐπειδὴ ἐπιέζοντο, πέμπουσιν εἰς τὴν Κέρκυραν πρέσβεις, ὡς μητρόπολιν οὖσαν, δεόμενοι μὴ σφᾶς περιορᾶν φθειρομένους.“ 15 δῆλον γὰρ ἐκ τῆς ἀκολουθίας, ὡς οὐχ ὑπὸ τῆς στάσεως, ἀλλ’ ὑπὸ τοῦ πολέμου διεφθείροντο· εἰδέναι μέντοι χρὴ ὡς ἡ 15 ἀμφιβολία αὕτη μὲν καθ’ ἑαυτὴν λαμβανομένη ἄπορος ἐστι, μέρος δὲ ζητήματος γενομένη τὴν εὐπορίαν μείζονα λήγεται, ὡς ἐν τῷ παραπροσθείας. 16 „Ἀνεῖλεν ὁ 20 θεὸς τοὺς ἡγεμόνας φυλάσσεσθαι· καὶ ἀμφιβάλλουσιν οἱ τε ῥήτορες καὶ οἱ στρατηγοί, οἱ μὲν τοὺς ῥήτορας ἡγεμόνας εἶναι λέγοντες, οἱ δὲ τοὺς στρατηγοὺς.“ 17

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
