# Exegesis In Peri Methodou Deinotetos 1344.1

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1344.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1344.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1344.1

ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. εἴπερ ποτὲ, καὶ νῦν, πολλῆς φροντίδος καὶ βουλῆς δεῖται· ἐγὼ δέ, οὐχ ὁ τι χρή περὶ τῶν παρόντων συμβουλεύσαι, χαλεπώτατον ἡγοῦμαι, ἀλλ’ ἐκεῖνο ἀποφῶ, τίνα χρή τρόπον, ᾧ Ἀθηναῖοι, πρὸς ὑμᾶς περὶ αὐτῶν εἰπεῖν· πέπεισμαι γὰρ ἐξ ὧν παρῶν καὶ ἀκούων σύνοίδα, τὰ πλεῖω τῶν πραγμάτων ὑμᾶς ἐκπεφευγέναι τῷ μὴ βούλεσθαι τὰ δέοντα ποιεῖν, οὐ τῷ μὴ συνιέναι· παραμυθητικὰ δὲ ἐν τῷ πρώτῳ τῶν Φιλιππικῶν. Πρῶτον μὲν οὖν ἀθυμητέον, ᾧ Ἀθηναῖοι, τοῖς παρούσι πράγμασιν, οὐδ’ εἰ πᾶν φαῦλως ἔχειν δοκεῖ· ὁ γὰρ ἔχει χειρόστον αὐτῶν ἐκ τοῦ παρεληλυθότος χρόνου, τοῦτο πρὸς τὰ μέλλοντα βέλτιστον ὑπάρχει· τί οὖν ἐστι τοῦτο; ὅτι οὐδὲν, ᾧ Ἀθηναῖοι, τῶν δεόντων ποιούντων ὑμῶν, κακῶς τὰ πράγματα ἔχει· ἢ γοῦν οὕτω τὸ ἀναμῖξ νοητέον, ἢ ὡς ἐν τούτῳ μὲν τῷ λόγῳ ἐπιτιμήσει χρήται, ἐν ἑτέρῳ δὲ παραμυθία· καὶ οὕτω διαπλέκει πάντας, καὶ τοὺς Ὀλυμπιακοὺς καὶ τοὺς Φιλιππικοὺς λόγους· ἢ ἐν τῷ αὐτῷ λόγῳ καὶ τῇ ἐπιτιμήσει χρήται, καὶ τῇ παραμυθία, ὡς ἐν τῷ πρώτῳ τῶν Ὀλυμπιακῶν· ὅπερ ἐξ αὐτῶν τῶν ποιημάτων ἐστὶ καταμαθεῖν· τοιούτων τι καὶ Ὀμηρος ἐν δημογορίᾳ ποιεῖ τοῦ Ἀχιλλέως· τὸ μὲν γὰρ Ἀτρεΐδη, νῦν ἄμμε παλιμπλαγχθέντας ὧν Ἄμ’ ἀπονοστήσειν, καὶ τὰ ἕξης, ἐπιτίμησιν ἔχει· παραμυθίαν δὲ τὸ Ἄλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν, ἢ ἰεῖσα. μ’. Οὐχ ἥκιστα δὲ ἐν τοῖς Ἀχαρνεῦσιν ὁ Ἀριστοφάνης παραγεί δ’ Ἐρμογένης τὸν Ἀριστο-

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
