# Contra Eunomium 135.3

Gregorius Nyssenus, Contra Eunomium, 135.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/135.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/135.3

Εἰ δὲ τις ἐπιζητεῖ κατὰ τὴν τοῦ λόγου τάξιν ἀκολούθως ἀντεισαχθῆναι καὶ τὸν ἡμέτερον, εἴπατω τὸ κέρδος. Τί πλῆν γενήσεται τοῖς ἀκούουσιν, εἰ τὸν γρίφον καὶ τὸ αἴνιγμα τῆς ἐπιγραφῆς διαλύσωμεν, ὅ κατὰ τὴν τραγικὴν σφίγγα, εὐθὺς ἡμῖν ἐν προοιμίων προτείνεται, τὴν καινὴν ἐκεῖνην ὑπὲρ τῆς ἀπολογίας ἀπολογίαν, καὶ τὸν πολὺν ἐπὶ τούτῳ λόγον, καὶ τὴν μακρὰν τοῦ ὄνειρου καταλέγειν διήγησιν. Οἶμαι γὰρ ἰκανῶς ἀποκνάλειν τοὺς ἐντυγχάνοντας, καὶ ἐν μόνῃ τῷ λόγῳ τοῦ Εὐνομίου σωζόμενον τὸ τε γλισχρόν, καὶ μάταιον τὴς ἐν τῇ ἐπιγραφῇ τοῦ λόγου καινότητος, καὶ τὸ φορτικὸν ἄμα, καὶ περὶ αὐτῶν τῶν οἰκείων διηγημάτων· οἷους πόνους, καὶ ἄθλους ἑαυτὸ διεξέρχεται, διὰ πάσης γῆς, καὶ θαλάττης περιεστηκίας, καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ χρησοιμένους; Εἰ δὲ ταῦτα πάλιν γράφοιτο, καὶ μετὰ προσθήκης, ὡς εἴκως, τῶν τῆς ψευδολογίας ἐλέγχων πλεονάζοντων τὸν λόγον, τὸς οὕτως στερεὸς φανείσεται, καὶ ἀδαμάντινος, ὡς μὴ προσαναυτιάσαι τῇ ἀκαιρίᾳ τοῦ πόνου; Εἰ δὲ καὶ τὴν ἔνθεον ἐκεῖνην ἱστορίαν ἐπὶ λέξεως γράφοιμι, τὸς ὁ κατὰ τὴν Εὐξεινον Πόντον, διὰ τῆς ὁμωνυμίας αὐτὸν προλυτήσας, οἷος ὁ βίος, τίνες αἱ σπουδαί, πῶς διεφέρετο πρὸς τὸν Ἀρμένιον διὰ τὴν ὁμοτροπίαν τοῦ ἤθους, εἶτα ἐπὶ τισὶ συνέθεντό τε μετ' ἀλλήλων καὶ κατηλλάγησαν, ὡς ἐπὶ τὸν ἄμαχον ἐκεῖνον καὶ τῇ δόξῃ πολὺν Ἀέτιον τὸν διδάσκαλον αὐτοῦ συμφρονήσαι (τοῦτοις γὰρ αὐτὸν ἀποσεμνύνει τοῖς ἐπαινοῖς), εἶτα τὶς ἡ καθ' αὐτοῦ μηχανή, καὶ εἰκονία, δι' ἧς εἰς κρίσιν τὸν ἄνδρα κατέστησαν· ἔγκλημα ποιοῦντο τὸ εὐδοκιμεῖν αὐτόν, καὶ ὑπὲρ τοὺς ἄλλους εἶναι. Εἰ ταῦτα λέγοιμι πάντα, ἆρ' οὐχὶ καθάπερ οἱ τῶν ὀφθαλμῶν τοῦ νόσου ἐκ τῆς πολλῆς ὁμιλίας τῶν προνενοσηκότων ἐφ' ἑαυτοὺς ἕλκοντες, οὕτω καὶ αὐτὸς συμμετεσχηκέναι δόξω τοῦ περὶ τὴν ματαιαν σπουδὴν ἀρρώστηματος, ἐπόμενος κατ' ἔχνος τῇ φλυαρῖᾳ, καὶ τὰ καθ' ἕκαστον ἐξετάζων; Τίνας φησὶ δουλεύειν εἰς ἐλευθερίαν ἀφιεμένους, τίνὰ μυσομένους σκέπιν, καὶ ἀργυρωθῆτων τάξιν, καὶ τῇ

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
