# Contra Eunomium 141.2

Gregorius Nyssenus, Contra Eunomium, 141.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/141.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/141.2

Τέως δὲ νῦν ὁ διὰ τῆς ἀληθείας μαστιζθῆναι παρὰ τῶν ἀπίστων ἐν προοιμίοις αἰτιασάμενος οὕς κέχρηται τῇ ἀληθείᾳ σκοπήσωμεν· οὐδὲν γὰρ ἴσως ἀπὸ καιροῦ, καὶ διὰ τῶν ἔξω τοῦ δόγματος λόγων, ὅπως ἔχει περὶ ἀλήθειας μαθόντας τεκμηρίω τοῦτο πρὸς τὰ δόγματα χρῆσασθαι. Ὁ γὰρ πιστός, φησίν, ἐν ἐλαχίστῳ, καὶ ἐν πολλῷ πιστός ἐστι· καὶ ὁ ἐν ἐλαχίστῳ ἀδίκος, καὶ ἐν πολλῷ ἀδίκός ἐστι. Μέλλων γὰρ τὴν ὑπὲρ τῆς ἀπολογίας ἀπολογίαν συγγράφειν, τὴν καινὴν καὶ παράλογον ταύτην τοῦ λόγου καὶ ἐπιγραφὴν καὶ ὑπόθεσιν, τὴν αἰτίαν λέγει τῆς τοιαύτης παραδοξολογίας οὐχ ἐτέρωθεν, ἀλλ' ἐκ τοῦ ἀντειπόντος αὐτῷ πρὸς τὸν πρῶτον γεγενηθῆναι λόγον· ἐκεῖνον μὲν γὰρ ἦν τῷ λόγῳ ἀπολογίαν τὸ ὄνομα· λαβόντος δὲ τοῦ διδασκάλου ἡμῶν, ὡς μόνως τοῖς κατηγορουμένοις τῆς ἀπολογίας πρεσπόσης· εἰ δὲ τις ἐφ' ἑαυτοῦ κατ' ἐξουσίαν γεγράφοι, ἄλλο τι, καὶ οὐκ ἀπολογίαν εἶναι τὸ συγγραφόμενον· τῷ μὲν μὴ δεῖν ἐπὶ προλαβούσῃ κατηγορίᾳ τὴν ἀπολογίαν ποιεῖσθαι διὰ τὸ περιφανὲς τῆς ἀτοπίας, οὐκ ἀντιλέγει· ὡς δὲ κατηγορηθεὶς ἐπὶ μεγίστοις, πρὸς τὴν ἐπενεχθεῖσαν κρίσιν ἀπολογήσασθαι φησιν. Ὅσον δὲ τὸ ψεῦδος ἐστὶν ἐν τούτοις, πρόδηλον ἐξ αὐτῶν οἶμαι τῶν εἰρημένων γενήσεσθαι· πολλὰ, καὶ δυσδάστακτα πάθη, παρὰ τῶν κατακρινάντων αὐτοῦ γεγενήσθαι κατηγιάσατο. Καὶ ταῦτα ἔξεστιν ἐξ αὐτῶν τῶν παρ' αὐτοῦ γεγραμμένων μαθεῖν.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
