# Contra Eunomium 142.2

Gregorius Nyssenus, Contra Eunomium, 142.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/142.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/142.2

Μικρὸν δὲ προελθὼν, καὶ τοῦτο προσέθηκεν· Ἐγάρ ὅτι μὴ τοῖς κατηγοροῖς δικασταῖς ἐχρησάμην, διὰ τοῦτο ἀναμεῖν οὐκ ἔστι τὴν ἀπολογίαν· Ἀλλ᾽ ἄντοὺν μᾶς ὧν ἀκράσιος. Πότε οὖν ὁ δριμὺς, καὶ ἐπὶ τιμῶν ἀπολαλῶνται, ὁ τοὺς μὲν δικαστὰς διὰ τῶν ἔχθρων παραβαλῶμενος, περὶ δὲ τὴν κρίσιν, ὡς αὐτὸς διαβεβαιούται, συγχέας· Ὁράτε τὸν σφόδρον τῆς ἀληθείας ἀγωνιστήν· ὡς δι᾽ ὀλίγου μεταβαλόμενος αὐτομολεῖ πρὸς τὸ ψεῦδος, καὶ τῷ ῥήματι τιμῶν τὴν ἀλήθειαν ἐπὶ τῶν ἔργων ἀντικαθίσταται. Ἄλλ᾽ ἐκεῖνο χαρίεν· ὅτι καὶ πρὸς τοὺς ἀγῶνας (b) συνηγορίαν τοῦ ψεύδους. Ὡς γὰρ ὁ αὐτός, καὶ δικαίως πρὸς τὸ ἐπενεχθὲν κρίσει ἀπολελῶνται, καὶ φρονίμως· πάλιν διὰ τὸ ἐν ἔχθρᾳ εἶναι τὴν κρίσιν, ἀπεσώπησε; Καὶ τοῦτο καὶ δι᾽ αὐτοῦ τοῦ λόγου, ὃ τὴν ἀπολογίαν ἐπέγραψε, φανερῶς δείκνυται τὸ μηδαμῶς συστήναι αὐτῷ δικαστήριον. Οὐ γὰρ πρὸς δικαστὰς ὡρισμένους τὸ προοίμιον τοῦ λόγου προτείνεται, ἀλλὰ πρὸς τινὰς ἀορίστους ἀνθρώπους, τοὺς τε κατὰ τὸν καιρὸν ἐκεῖνον ὄντας, καὶ τοὺς ὑστερὸν γενησομένους· ἐφ᾽ οἷς ἔγωγε καὶ αὐτὸς συντέθημαι, μεγάλης αὐτῇ δεῖν τῆς ἀπολογίας, οὐ κατὰ τὴν νῦν συγγραφεῖσαν, ἑτέρας πάλιν ἀπολογίας εἰς συνηγορίαν προσδεομένην, ἀλλὰ τινὸς γενικῆς τε καὶ ἐμφρονίας πεῖσαι τοὺς ἀκούοντας δυναμένης, ὅτι γέγραφε. Ὡς δικαστήριον ἐαυτῷ συνεκρότει τῶν μήτε παρόντων, τάχα δὲ μήτε γεννηθέντων ἀνθρώπων· καὶ τοῖς οὐκ οὖσι ἀπελογεῖτο, καὶ παρατέθηκε τοὺς μὴ γεγονότας, μὴ τῷ πλήθει διακρίνειν τῆς ἀληθείας τὸ ψεῦδος, τῇ πλείονι μοίρᾳ τῷ κρείττονι συνάπτοντας. Πρέπει γὰρ τοὺς πρὸς τοὺς τοιούτους δικαστὰς τινὲς ἐπὶ ἐν τῇ δογῇ τῶν πατέρων ὄντας τὴν τοιαύτην ἀπολογίαν προτείνειν, καὶ οἰσθαι δικαίως λέγειν, ὅτι ταῖς πάντων δόξαις μόνος ἀντιβαίνει ἔγωγε· καὶ τῶν κατὰ πᾶσαν τὴν οἰκουμένην τὸ ὄνομα τοῦ Χριστοῦ δοξαζόντων, ἀξιοπιστοτέραν οὐκ ἔστι τὴν πεπλασμένην ἐαυτοῦ τῆς ψυχῆς φαντασίαν.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
