# Contra Eunomium 146.1

Gregorius Nyssenus, Contra Eunomium, 146.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/146.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/146.1

Ἄλλὰ πάντων μᾶλλον, ὡς ἔοιχεν, ἀληθῆς τοῦ ἁγίου ὁ λόγος· ὅτι ἐν προσποιήσει δὲ τῆς ἀπολογίας κατασκευὴν τῶν δογμάτων ἑαυτοῦ πρὸς τὸ δοκοῦν ἐποίησατο, καὶ ὁ κατ᾽ ἀλήθειαν τοῦ Φινέες ζηλωτὴς ὁ ἐξολοθεύων ἐν τῇ ῥομφαίᾳ τοῦ λόγου πάντα τὴν ἀπὸ τοῦ Κυρίου πορνεύσαντα· τὴν λατριχὴν μὲν τῆς ψυχῆς, ἀμαιρετικὴν δὲ τῆς ἀσεβείας τοῖς ἀκούουσι, τὴν ἀντιφράσιν λέγω τῆς βλασφημίας. Εἰ δὲ ἀνεπίτυχος οὕτως ἔχει, καὶ τὴν θεραπείαν οὐ δέχεται, ὁ τὴν ψυχὴν ἑαυτοῦ διὰ τῆς ἀποστασίας νεκρώσας, τοῦ ἐλωμένου τὸ κακὸν ἡ αἰτία, φησὶ τοῦτο καὶ ὁ ἐξωθεν λόγος. Τοιούτους μὲν οὖν κατὰ τε τῆς ἀληθείας, καὶ καθ᾽ ἡμῶν ὁ Εὐνόμιος. Ἡμεῖν δὲ ἐξῆν μὲν τὸν ἀρχαιότερον νόμον τὸν συγχωροῦντα τοῖς ἴσοις ἀμύνεσθαι τοὺς ἐπάρξαντας, ἀφ᾽ ὧν αὐτὸν ἀντιβάλλειν τοὺς ὀνειδίας, καὶ ἐν πολλῇ τῇ ῥαστῳ τῇ πρὸς τὸν λελυπηκότα φιλοτιμίᾳ ταῖς λοιδορίαις ἐνδιαλλάττεσθαι· εἰ γὰρ τοσούτων ἑκεῖνος εἰς ὕβριν καὶ λοιδορίαν εὐπόρησε κατὰ τοῦ μηδεμιᾶν εἰσοῦν δεδωκότος τῷ μώμῳ, πῶσος εἴκας εὐρεθῆναι τοιούτων λόγων τοὺς τὸν σεμνὸν αὐτοῦ διακωμῳδοῦσι βίον. Ἄλλ᾽ ἐπειδή τῷ Εὐαγγελίῳ μαθητεύειν ὑπὸ μαθητοῦ τῆς ἀληθείας ἐξ ἀρχῆς ἐπαιδεύθην, οὔτε ὀφθαλμὸν ἀντεκκόπτομαι, οὔτε δόντα δόντες ἀνταλλάττομεθα, εἰδότες ὅτι τὰ πονηρὰ τῶν γινομένων τοὺς ἐναντίους λύεσθαι πέφυκε· καὶ οὐκ ἂν τι τῶν κακῶς λεγομένων ἢ πραττομένων εἰς τὸ ἀντίχιστον προχωρήσειεν, εἰ τι τῶν χρηστοτέρων διὰ μέσου παρεμπεσάν, τὸ συνεχὲς τῆς τῶν κακῶν ἀκολουθίας ἐκκόψειεν· οὐκοῦν ἢ τοῦ λοιδορεῖσθαι, καὶ ὑβρίζειν ἀκολουθία, διὰ μακροθυμίας ἵσταται τῆς ἐπὶ τὰ πρῶτα φορᾶς· ὡς εἰ γέ τις ὑβρεῖ τὴν ὕβριν, καὶ λοιδορίᾳ τὴν λοιδορίαν ἀμύνει, πλεονάζει πάντως, τρέφων διὰ τῶν ὁμοίων τὸ ἄτοπον. injuriam, et convicium convicio ulcisci velit, in magis roborata improbitas.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
