# Contra Eunomium 152.3

Gregorius Nyssenus, Contra Eunomium, 152.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/152.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/152.3

C Πάντα τοίνυν ἐγὼ τὰ τοιαῦτα περιδραμὼν, τὰ τῆς δειλίας τοῦ διδασκάλου ἡμῶν ἔργα μετ' ἀκριβείας ἐκθήσομαι. Ἦν τοίνυν ὁ ἀντιτεταγμένος αὐτῷ πρὸς ἀντίπαλον τάξιν, βασιλεὺς αὐτός. Ὁ δὲ ὑπηρετῶν αὐτοῦ ταῖς ὁρμαῖς, ὁ πάσης ἄρχων μετ' ἐκείνου τῆς βασιλείας· οἱ συνεργοῦντες δὲ πρὸς τὴν τοιαύτην ἐπιθυμίαν, οἱ περὶ αὐτὸν πάντες. Προσχωλῶ δὲ τοῦτο καὶ ὁ καιρὸς εἰς ἀκριβέστεραν βάσανον καὶ ἐπίδειξιν τῆς γενναίας τοῦ ἀθλητοῦ πεποιθήσεως. Τίς οὖν ἦν ὁ καιρός; ἐξῆλυνε μὲν τῆς Κωνσταντίνου πόλεως ἐπὶ τὴν ἑῶν ὁ βασιλεὺς, ἀρτι τοὺς κατὰ τῶν βαρβάρων αὐτῷ κατορθωθέντων ἐπηρμένος τὸ φρόνημα, καὶ οὐδὲν ἀντιδιδεῖν αὐτοῦ ταῖς ἀμύς ἀξίων· προηγείτο δὲ αὐτοῦ τῆς πορείας ὁ ὕπαρχος, ἀν' ἄλλου τινὸς τῶν εἰς τὴν ἄρχην ἀναγκαίων τοῦτο προδιοικούμενος· τὸ μὲν δὲ τινὰ τῶν ἐπὶ πίστεως ὄντα μένειν ἐφέστιον, ἀλλὰ τοὺς τοὺς μὲν ἀπελαύνοντας πάντας πανταχόθεν, ἕτερους δὲ ἀντ' ἐκείνων αὐτοχειροτονοῦντας τινὰς ἐπὶ ἴδρει τῆς θείας οἰκονομίας εἰσάγεσθαι. Μετὰ τοιαύτας οὖν γνώμης καθάπερ νέφει τινὸς χαλεποῦ, τῆς δυναστείας ἐκ τῆς Προποντίδος κατὰ τῶν Ἐκκλησιῶν κινηθείσης· καὶ τῆς μὲν Βιθυνίας ἀθρόως ἐρημωθείσης, Γαλατίας δὲ σὺν πολλῇ τῇ βραδυτῇ παρασκευῆς· καὶ πάντων αὐτοῖς κατὰ νοῦν διὰ μέσου χειρωθέντων, προῆλθετο ἤδη τῇ ἀκολουθίᾳ τοῦ κακοῦ τὸ ἡμέτερον· τί οὖν ὁ μέγας πότε Βασίλειος, ὁ δειλός, ὡς φησιν οὗτος, καὶ ἀτολμός, καὶ ὑποπτήσων τὰ φοβερά, καὶ οἰκίσκῳ λανθάνοντι τὴν σωτηρίαν πιστεύων; Ἄρα κατεπλάγη τὴν τοῦ κακοῦ προσδοκίαν; Ἄρα τὸ πάθος τῶν προειλωχότων σύμβουλον πρὸς τὴν ἀσφάλειαν τῶν καθ' ἑαυτὸν ἐποιήσατο; Ἄρα κατεδέξατο τοῦ εἶναι πρὸς ὀλίγον τῇ ῥύμῃ τοῦ κακοῦ συμβουλευόντος, μηδ' εἰς προῦπτον κίνδυνον ἑαυτὸν ἐμβαλεῖν ἐπὶ ἀνθρώπων καταγυμνασθέντων τοῖς εἰμασιν; ἡ πᾶσα λόγων ὑπερβολή, καὶ πᾶν ὕψος νομ-

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
