# Contra Eunomium 153.1-37

Gregorius Nyssenus, Contra Eunomium, 153.1 to 153.37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/153.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/153.1

A μᾶτον τε καὶ ῥημάτων κάτω πῶς τῆς ἀληθείας ἐλέγχεται; Πῶς ἄρα τις διεξέλθοι τῷ λόγῳ τὴν τοσαύτην τῶν φοβερῶν καταφρόνησιν; Πῶς ἂν τις ὑπ’ ὀμν ἀγάγοι τὸν καινὸν ἐκεῖνον ἀγῶνα, ὃν οὔτε παρ’ ἄν θρώπων, οὔτε πρὸς ἀνθρώπους εἰκῶς ἂν τις συστηναι φήσειεν, ἀλλ’ ἀρετὴν καὶ παρρησίαν Χριστιανού πρὸς δυναστείαν φονῶσαν ἀνταγωνίζεσθαι. Ἐκάλεε μὲν γὰρ πρὸς ἑαυτὸν προλαβὼν τὴν τοῦ βασιλέως ἐπιστάσιν ὁ ὑπαρχός· καὶ ἄλλως οὖσαν φοβερὰν διὰ τὸ μέγεθος τὴν ἀρχήν, φοβερωτέραν τῇ ἀφειδίᾳ τῶν τιμωριῶν καταστήσας, καὶ μετὰ τὰς τραγωδίας ἐκείνας, ἃς κατὰ Βιθυνίαν ἐξεργάσατο, Γαλατῶν ὑπὸ τῆς συνήθους εὐκολίας ἀκονιτὶ παρα- B σταντων, ἐτοιμον ἦστο, καὶ τὸ καλ’ ἡμᾶς αὐτῷ πρὸς τὸ δοκοῦν ἀπαντήσεσθαι. Τῆς δὲ τῶν ἔργων ἀποτομίας προοίμιον ὁ λόγος ἐγένετο, ἀπειλαῖς ὁμοῦ μεμιγμένος καὶ ὑποσχέσει· πεισθέντι μὲν ἐκ βασιλέως τιμὴν, καὶ ἀρχὴν τῆς Ἐκκλησίας προτείνων· ἐνιστα- μένῳ δὲ, πάντα ὅσα πικρία ψυχῆς προσλαβοῦσα τὸ δύνασθαι κατ’ ἑαυτὸν βουλεύεται. Τὰ μὲν οὖν παρ’ ἐκείνων τοιαῦτα. Ὁ δὲ ἡμέτερος τοσοῦτον ἀπέχεν εἰς καταπληξίν τινα διὰ τῶν ὁρωμένων, ἢ λεγομένων ἐλθεῖν, ὥστε καθάπερ τις ἰατρός, ἢ σύμβουλος ἀγαθὸς εἰς διόρθωσιν πλημμελημάτων παρακληθεὶς, καὶ ὑπὲρ τῶν προτετολμημένων αὐτοὺς μεταγιγνώσκειν ἐνεκάλειετο, καὶ τοῦ λοιποῦ παύσασθαι κατὰ τῶν δούλων τοῦ Κυρίου φονεύοντας· εἶναι γὰρ αὐτοὺς τῆς ἐπινοίας πλέον οὐδὲν ἐπὶ τῷ μόνῃ τὴν τοῦ Θεοῦ βασιλείαν, καὶ τὸ ἀθάνατον κράτος θεραπευόντων. Μὴδὲ γὰρ δύνασθαι τοὺς κακοποιεῖν βουλομένους εὑρεῖν τι τοιοῦτον, δ C λυπήσει τὸν Χριστιανόν, ἢ ἡβήσῃ, ἢ γινόμενον. Δι- μευσις οὐχ ἄξεται, φησί, τὸ μόνον κατέχοντα τὴν πίστιν· ὑπερορισμὸς οὐ φοβήσει τὸν πᾶσιν τῆς γῆς μετὰ τῆς αὐτῆς γνώμης ἐπιβατεύοντα· καὶ πᾶσαν μὲν ὡς ἄλλοτριαν διὰ τὸ πρόσκαιρον τῆς ἐνοικήσεως, πᾶσαν δὲ πόλιν ὡς οἰκείαν, διὰ τὸ ὁμόδουλον τῆς κτίσεως, βλέποντα. Τὸ δὲ, πληγάς, ἢ πόνους, ἢ θάνατον ὑποστίγναι, ὅταν ὑπὲρ τῆς ἀληθείας ἐξῆ, μηδὲ

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
