# Contra Eunomium 156.1

Gregorius Nyssenus, Contra Eunomium, 156.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/156.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/156.1

Πᾶς ὁ τῶν καθ' ἡμᾶς δογμάτων συμπληροῦται λόγος ἐκ τε τῆς ἀνωτάτω καὶ κυριωτάτης οὐσίας, καὶ ἐκ τῆς δι' ἐκείνην μὲν οὐσης, μετ' ἐκείνην δὲ πάντων τῶν ἄλλων πρωτευούσης· καὶ τρίτης τε τῆς μηδεμιᾷ μὲν τούτων συνταττομένης, ἀλλὰ τῇ μὲν, διὰ τὴν αἰτίαν· τῇ δὲ διὰ τὴν ἐνέργειαν, καθ' ἣν γέγονεν, ὑποταττομένης· συμπεριλαμβανομένων δηλαδὴ πρὸς τὴν τοῦ παντὸς λόγου συμπλήρωσιν, καὶ ταῖς οὐσίαις παρεχομένων ἐνεργειῶν, καὶ τῶν ταύταις συμφώνων ὁνομάτων· πάλιν δ' αἱ ἐκάστης τούτων οὐσίαι εἰλικρινῶς ἀπλῆς, καὶ πᾶν μᾶς οὐσης τε καὶ νοουμένης, κατὰ τὴν ἰδίαν ἀξίαν, συμπεριχαιομένων δὲ τοῖς ἔργοις τῶν ἐνεργειῶν, καὶ τῶν ἔργων τοῖς τῶν ἐργασαμένων ἐνεργείαις παραμετρουμένων· ἀνάγκη δῆλον πᾶσα, τὰς ἐκάστη τῶν οὐσιῶν ἐπομένας ἐνεργείας, ἐλάττους τε καὶ μείζονας εἶναι, καὶ τὰς μὲν πρῶτην, τὰς δὲ δευτέραν τάξιν ἐπέχειν. Συνόλως τε εἰπεῖν, πρὸς τοσαύτην ἐξινευοῦσαι διαφορὰν, πρὸς ὁπόσην τὴν ἐξικνηται τὰ ἔργα· ἐπεὶ μηδὲ θεμιστὶ τὴν αὐτὴν ἐνέργειαν εἰπεῖν, καθ' ἣν τοὺς ἀγγέλους ἐποίησεν, ἢ τοὺς ἀστέρας καὶ τὸν οὐρανόν, ἢ τὸν ἄνθρωπον, ἀλλ' ὡς τὰ ἔργα τῶν ἔργων πρεσβύτερα καὶ τιμιώτερα, τοσούτῳ καὶ τὴν ἐνέργειαν τῆς ἐνεργείας ἀναδεικνύεται φαῖν ἂν τις εὐσεβῶς διανοούμενος· ἄτε διὸ τῶν αὐτῶν ἐνεργειῶν, τὴν ταυτότητα τῶν ἔργων ἀποτελουσῶν, καὶ τῶν παρηλλαγμένων ἔργων παρηλλαγμένας τὰς ἐνεργείας ἐμφανιρόντων. Οὕτω δὲ τούτων ἔχόντων, καὶ τῇ πρὸς ἄλληλα σχέσει τῶν εἰρημῶν ἀπαράδειτον διατρουόντων· προσῆκει δῆπουν τοῖς κατὰ τὴν συμφωνί τοῖς πλάγμασι τάξιν τὴν ἐξέτασιν ποιουμένοις, καὶ μὴ γύρειν ὁμοῦ πάντα, καὶ συγχέειν βιαζομένοις· εἰ μὲν περὶ τῆς οὐσίας κινεῖτο ἀμφισβήτησις, ἐκ τῶν πρώτων καὶ προσεχῶν ταῖς οὐσίαις ἐνεργειῶν ποιεῖσθαι τῶν δεικνυμένων τὴν πίστιν, καὶ τῶν ἀμειβοπουμένων τὴν διάλυσιν· τῇ δὲ ἐπὶ ταῖς ἐνεργείαις ἀμφιβολίαις διαλύουσι ἐκ τῶν οὐσιῶν, ἀρμωδιωτέραν γε μὴν καὶ τοῖς πᾶσιν ἀνωμωτέραν ἡγεῖσθαι τὴν ἀπὸ τῶν πρώτων ἐπὶ τὰ δεύτερα κῶθον.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
