# Contra Eunomium 158.2

Gregorius Nyssenus, Contra Eunomium, 158.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/158.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/158.2

Ἄλλὰ μὴν οὐδὲ δυνάμεως, οὐδὲ ἀγαθότητος, οὐδὲ ἄλλου τινὸς τῶν τοιούτων ὑπεροχήν, τὸ ἄνω φήσει τῆς οὐσίας ἐνδείκνυσθαι· καὶ γὰρ καὶ τοῦτο παντὶ γνώριμον, μὴ ὅτι τοῖς ἐπὶ σοφίᾳ πλεονεκτεῖν ὑπειλημμένοις· ὅτι ἀνενδὴς πρὸς τελείαν ἀγαθότητα τε καὶ δύναμιν, καὶ πάντα τὰ τοιαῦτα, ἡ τε τοῦ Μονογενοῦς καὶ τοῦ ἁγίου Πνεύματος ἐστὶν ὑπόστασις. Τὰ γὰρ ἀγαθὰ πάντα, ἕως ἂν ἀπαράδεκτα τοῦ ἐναντιουμένου, ὅρον οὐχ ἔχει τῆς ἀγαθότητος. Ἐπειδή μόνοις τοῖς ἐναντίοις πέφυκε περιγράφεσθαι, ὡς ἐπὶ τῶν καθ’ ἕκαστον ὑποδειγμάτων ἐστιν ἰδεῖν. Ἡ δύναμις ἀσθενείας παραλαβοῦσης ἵσταται· ἡ ζωὴ θανάτῳ περιορίζεται· φωτὸς πέρας τὸ σκότος ἐστί· καὶ πάντα συνελόντι φάναι, τὰ καθ’ ἕκαστον ἀγαθὰ τοῖς ἐναντίοις ἐναπολήγει. Εἰ μὲν οὖν τρεπτήν πρὸς τὸ χειρόν τὴν φύσιν τοῦ Μονογενοῦς καὶ τοῦ Πνεύματος ὑποτίθεται, εἰκῶς ἐπ’ αὐτῶν καταμαχρύνει τὴν τῆς ἀγαθότητος ἐννοιαν· ὡς δυναμένων καὶ τοῖς ἐναντίοις συνεχισθῆναι. Εἰ δὲ ἀνεπίδεκτός ἐστι τοῦ χειρόνος ἡ θεία τε καὶ ἀναλλοίωτος φύσις, καὶ τοῦτο παρ’ αὐτῶν τῶν ἐχθρῶν ὁμολογήται, ἀόριστος πάντως ἐν τῷ ἀγαθῷ θεωρεῖται. Τὸ δὲ ἀόριστον, ἀπειρὸν ταυτόν ἐστιν. Ἀπειροῦ δὲ, καὶ ἀορίστου πλεονασμὸν, καὶ ἐλάττωσιν ἐννοεῖν, τῆς ἐσχάτης ἀλογίας ἐστί. Πῶς γὰρ ἂν τῆς ἀπειρίας

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
