# Contra Eunomium 177.52

Gregorius Nyssenus, Contra Eunomium, 177.52. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/177.52
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/177.52

ἴστασθαι. C Τοιαῦτα μὲν οὖν ἐστὶν ἐκ τῆς κατὰ τὸ ἀγαθὸν διαφορᾶς ἀνακύπτοντα ἐκ τοῦ λόγου τὰ βλάσφημα. Εἰ δὲ κατὰ τινὰ σωματικὴν πρόληψιν τὸ μείζων τε καὶ ἔλαττον ἐπ’ αὐτῶν θεωροῦσιν, αὐτόθεν ὁμολογεῖται τοῦ λόγου τὸ ἄτοπον, χἂν μὴ καθέκαστον ἀκριβῶς ἐξετάζηται. Ἀνάγκη γὰρ πᾶσα ποιότητά τινας, διαστάσεις, ὄγκους τε καὶ σχήματα, καὶ πάντα, δι’ ὧν πληροῦται οἱ τοῦ σώματος λόγος, ταῖς ὑπονοίαις ταύταις, καὶ ἐπὶ τῆς θείας φύσεως συνεισάγεσθαι. Ὅπου δὲ τὸ σύνθετον λέγεται, πάντως ἐκεῖ συνομολογεῖται καὶ ἡ τοῦ συνθέτου διάλυσις. Ἄλλ’ ἐκ μὲν τῆς τοῦ δόγματος ἀτοπίας τῆς τὸ ἔλαττον, καὶ τὸ ὑπέρχον ἐν τοῖς ἀμεγέθεσι, καὶ ἀσυγκρίτοις ἀποφαίνεσθαι τολμῶσης, ταῦτα καὶ τὰ τοιαῦτα κατασκευάζεται, ὡς ὅλιγα ἐκ πολλῶν ὁ λόγος ὑπέδειξεν. Οὕτω γὰρ εὐχολον πάντα τὸν ἐγκαυρυμένον τῷ δόγματι ὅλων διανακαλύψαι τῷ λόγῳ· καὶ δι’ ὀλίγων δὲ πάντων εἰρημένων, οὐδὲν ἦστον ἡ ἀτοπία τῶν κατὰ τὸ ἀκρόθουν τῆς βλασφημίας ἀναφαίνομένων ἐπιδειχθῆναι. Ἡμεῖς δὲ πρὸς τὰ ἐφεξῆς τοῦ λόγου προελθόντες, μικρὸν ἐπὶ πρὸς σύστασιν τοῦ ἡμετέρου δόγματος προσδιορθωσόμεθα. Ἐπειδὴ γὰρ χρησίμων ἀσφαλὲς τῆς ἀληθείας ἐπὶ παντὸς δόγματος ἡ θεοπνευστὸς ἐστὶ μαρτυρία, καλῶς ἔχειν ἡγοῦμαι τῇ παραθέσει τῶν θείων, καὶ τὸν ἡμέτερον λόγον πιστώσασθαι.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
