# Contra Eunomium 179.1

Gregorius Nyssenus, Contra Eunomium, 179.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/179.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/179.1

A φάλα καὶ ἀνερημμένα πρὸς ἀνατροπὴν τῆς ἀληθείας προσφέροντες, τὴν τοῦ ἐκτισθαι φωνήν, ἣν ἐν προσώπῳ τῆς Σοφίας ὁ Παροιμιαστὴς ἐποιήσατο, εἰς συγγορίαν τῆς τοῦ δόγματος αὐτῶν διαστροφῆς προχειρίζονται, λέγοντες τὸ, Κύριος ἐκτισέ με, ὁμολογεῖν εἶναι τὸ ἐκτισθαι τὸν Κύριον· ὡς αὐτοῦ τοῦ Μογεννοῦς διὰ τῆς φωνῆς ταύτης τοῦ τοιούτου οὐκ ἀρνοῦμενου, ἡμῖν οὐ προστετέον τῷ λόγῳ. Οὐδὲ γὰρ τοῦ πάντως δεῖν εἰς τὸν Κύριον ἀνάγειν τὸν λόγον τοῦτον τὰς ἀποδείξεις παρέχονται: οὐδὲ τοῦ ῥητοῦ τὴν διάνοιαν ἐκ τῆς τῶν Ἑβραίων Γραφῆς εἰς τοῦτο τὸ σημαινόμενον φέρουσαν ἐπιδείξαι δυνήσονται, τῶν λοιπῶν ἐρμηνέων τὸ Ἐκτήσατο, καὶ Κατέστησεν, ἀντὶ τοῦ Ἐκτίσεν, πλεονευκόντων· οὔτε δὲ αἱ οὕτως εἶχεν ἡ λέξις ἐν τῇ πρωτοτύπῳ Γραφῇ, πρόχειρος ἂν B ἦν καὶ σαφὴς ἡ διάνοια, τῆς παροιμιωδῆς διδασκαλίας οὐ προδήλως, ἀλλὰ μετ' ἐπικρυψιῶς τὸν τῶν λεγομένων σκοπὸν ἀνδεικνυμένη διὰ πλαγίας ἐμφασews, ὡς ἐκ τῆς περὶ τὸν τόπον τοῦτον συμφράσεως τῶν εἰρημένων πάρεισιν ἐπινυῶσαι τοῦ λόγου τὸ δυσθεώρητον· ἐν οἷς φησιν, ἡνίκα Ἀζώριζε τὸν θau- τοῦ θρόνον ἐπ' ἀνέμων, καὶ δσα τοιαῦτα. Τίς γὰρ Θεοῦ θρόνος; εἴτε ὕλικος, εἴτε νοητός; Καὶ τίνες ἀνεμοι; πότερον οἱ συνήθεις οὗτοι, καὶ γνωριμοι, οὓς ἐκ τῶν ἀτμῶν τε καὶ τῶν ἀναθυμιώσεων συνίστασθαι λέγουσιν οἱ ταῦτα φυσιολογοῦντες; εἴτε καθ' ἑτερον τρόπον ὑπονοοῦμενοι, ὧν οὐκ ἐπιγινώσκει ἡ ἀνθρωπίνη συνήθεια· οὓς φησιν ἀντὶ βάσεως τῷ θρόνῳ γίνεσθαι; Καὶ τίς καθέδρα τοῦ ἀσωμάτου, καὶ ἀπεριγράπτου, καὶ ἀσχηματίστου Θεοῦ, καὶ πάντα τὰ C τοιαῦτα τίς ἂν ἐκ τῆς συνήθους τῶν ῥημάτων τοῦτων σημασίας κατανοήσαι;

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
