# Contra Eunomium 179.2

Gregorius Nyssenus, Contra Eunomium, 179.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/179.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/179.2

Δῆλον οὖν ὅτι αἰνίγματα τινῶν ἐστι τὰ λεγόμενα, βαθύτεραν τινὰ τῆς προχείρου διανοίας τὴν θεωρίαν ἐμπεριέχοντα· ὡς ἐκ τούτων μηδενὶ λόγῳ τὴν τοῦ ἐκτισθαι τὸν Κύριον ὑπόνοιαν ἐκ τῆς Γραφῆς ταύτης τοῖς εὐσεβοῦς λογιζομένοις ἐγγίνεσθαι, τοῖς πεπαιδευμένοις μάλιστα διὰ τῆς εὐαγγελιστοῦ μεγαλοφωνίας, τὸ πάντα τὰ γεγενημένα δι' αὐτοῦ γεγενηθαι, καὶ ἐν αὐτῷ συνιστάναι, λέγοντος· Πάντα γάρ, φησί, δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν ἐν αὐτῷ. Οὐχ ἀν τοῦτο διορισάμενος, εἰ καὶ αὐτὸν τὸν Κύριον ἐν τῶν γεγενημένων ἐπίστευε. Πῶς γὰρ δι' ἐκείνου τὰ πάντα γίνεται, καὶ ἐν αὐτῷ τὰ γεγενημένα τὴν ὑπόστασιν ἔχει, εἰ μὴ πάντως ἄλλο τι παρὰ τὴν τῶν πεποιημένων φύσιν ὁ ποιητὴς ὑπάρχων, οὐχ ἑαυτὸν, ἀλλὰ τὴν κτίσιν εἰργάσατο; εἰ γὰρ ἡ κτίσις δι' ἐκείνου, αὐτὸς δὲ ὁ Κύριος οὐ δι' ἑαυτοῦ, ἄλλο τι πάντως καὶ οὐχὶ τοῦτός ἐστι. Τοῦ τοίνυν εὐαγγελιστοῦ φήσαντος, ὅτι Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν ἐν αὐτῷ, καὶ φανερῶς διὰ τούτων συνίζαμένου, ὅτι καὶ ἐν τῷ Υἱῷ τὰ γεγενημένα γέγονε, καὶ οὐ δι' ἑτέρου τινὸς τὴν εἰς τὸ γενέσθαι παράδοσον ἔσχεν.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
