# Contra Eunomium 181.1

Gregorius Nyssenus, Contra Eunomium, 181.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/181.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/181.1

El δὲ τις ἀνατρέποι τὸν λόγον, ὡς οὐδὲ τῶν Χερουβὶμ ὑπὸ τοῦ Παύλου μνημονευθέντων· ἀλλὰ καὶ τούτων μετὰ τοῦ Πνεύματος ἐν τῇ τῶν γεγονότων ἀπαριθμήσει σωπηθέντων, καὶ κατασκευάζει διὰ τοῦ παραλειφθῆναι τὴν περὶ τούτων μνήμην, ἢ καὶ ταῦτα ὑπὲρ τὴν κτίσιν, ἢ μηδὲ τὸ Πνεῦμα δεῖν εἶναι, λογισάμενος τὴν τῶν ἀπριβημένων δόξαν, καὶ τὸ παρεῖναι δοκοῦν, ὅτι μὴ ἐξ ὀνόματος ἡ μνήμη γέγονεν, ἐν τοῖς εἰρημένοις κατορθώσει. Ὁ γὰρ θρόνους μνημονεύσας, ἀλλ’ ὀνόματι τὰ Χερουβὶμ δηγήσατο, τῇ γνωριμωτέρας προσήγορος τὸ ἀσαφὲς τῆς Ἑβραϊδὸς ἐξελληνίσας. Καθόσον γὰρ τὸν Θεὸν ἐπὶ τῶν Χερουβὶμ ἀκούσας, τὰς δυνάμεις ταύτας τοῦ ἐπ’ αὐτῶν καθεζομένου θρόνους ὡνόμασεν· ὡσαύτως δὲ καὶ τὰ παρὰ τῷ Ἠσαΐᾳ Σεραφὶμ, παρ’ ὧν ἐνεργῶς τὸ τῆς Τριάδος ἐκπρύγη μυστήριον· ὅτε τὴν Ἁγιος φωνὴν τὸν ἐν ἑκάστῳ τῶν ἐν τῇ Τριάδι κάλλος καταπληξάμενα, θαυμαστικῶς ἐξεδόσαν· περιειληφται τῇ καταλογῇ τῶν μνημονευθέντων, τῇ προσήγορος τῶν δυνάμεων ὀνομασθέντα παρὰ τε τοῦ μεγάλου Παύλου, καὶ πρὸ τούτου παρὰ τοῦ προφήτου Δαβὶδ· ὁ μὲν γὰρ φησιν· Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, ποιοῦντες τὸ θέλημα αὐτοῦ. Ὁ δὲ Ἠσαΐας ἀντὶ τοῦ Εὐλογεῖτε εἰπεῖν, τὰ ῥήματα τῆς εὐλογίας ἀνέγραψεν, Ἁγιος, Ἁγιος, Ἁγιος Κύριος Σαβαώθ· πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ· τὸ δὲ λειτουργοὺς εἶναι τὰς δυνάμεις ταύτας ποιοῦσας τὸ θέλημα τοῦ Θεοῦ, διὰ τῆς γενομένης ἀμαρτιῶν καθάρσεως κατὰ τὸ βούλημα τοῦ ἀποστείλαντος, παρ’ ἑνὸς τῶν Σεραφὶμ ὑπερίδεν· αὕτη γὰρ ἐστὶν ἡ λειτουργία τῶν πνευμάτων τούτων, ἐπὶ σωτηρίᾳ τῶν σωζομένων ἐκπεμπεσθαι.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
