# Contra Eunomium 183.2

Gregorius Nyssenus, Contra Eunomium, 183.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/183.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/183.2

Προσέθηκεν δὲ, ὅτι οὐδὲ θέμις τὴν αὐτὴν ἐνέργειαν εἰπεῖν, καθ' ἣν τοὺς ἀγγέλους ἐποίησεν, ἢ τοὺς ἀστέρας, καὶ τὸν οὐρανόν, ἢ τὸν ἄνθρωπον. Πάλιν ταῦτα, ἐκ ποίας ἀνάγκης, ἢ ἀκολουθίας τῶν εἰρημένων ἐπἤγαγεν; ἢ τί μᾶλλον διὰ τούτων κατασκευάζεται; τὸ, Παραλλάχθαι τὰς ἐνεργείας κατὰ τοσοῦτον ἀλλήλων, ὅση καὶ τῶν ἔργων ἐστὶν ἡ πρὸς ἀλλήλα διαφορά, τὴ μὴ τοῦ αὐτοῦ τυγχάνειν ἔργα τὰ πάντα, ἀλλ' ἕτερα ἐξ ἑτέρου γεγενῆσθαι κατασκευάζειν, ἐγὼ μὲν οὐ συνωρῶ. Οὐρανὸν γὰρ, καὶ ἄγγελον, καὶ ἄστέρα, καὶ ἄνθρωπον, καὶ πάντα ὅσα ἐστὶν ἐν τῇ κτίσει νοοῦμενα, ἕνός ἔργα τὰ πάντα παρὰ τῆς Γραφῆς μεμαθήκαμεν. Ὁ δὲ τοῦ δόγματος αὐτῶν κατασκευάζει λόγος, ὅτι οὐχ ἕνός ἔργα ὁ Υἱός, καὶ τὸ Πνεῦμα· ἀλλ' ὁ μὲν Υἱὸς τῆς παρεπομένης τῇ πρώτῃ οὐσίᾳ ἐνεργείας ἔργον ἐστι· τὸ δὲ Πνεῦμα τοῦ ἔργου πάλιν ἕτερον ἔργον. Τίνα οὖν κοινωνίαν ἔχει πρὸς τὴν ἐκεῖ κατασκευὴν οὐρανός, καὶ ἄνθρωπος, ἄγγελός τε καὶ ἀστήρ νῦν συμπαρηληφθέντες ὑπὸ τοῦ λόγου, αὐτὸς εἰπάτω, ἢ εἰ τις τῆς ἀπορρήτου σοφίας αὐτοῦ κοινωνός ἐστιν; Ἐν τούτοις γὰρ τὸ μὲν ἀσεβὲς φανερῶς τοῖς εἰρημένοις ἐμφέρεται· ἡ δὲ τῆς ἀσεβείας κατασκευή, καὶ πρὸς ἑαυτὴν ἐστὶν ἀσύμφωνος. Τὸ μὲν, γὰρ οἴεσθαι τοσαύτην ἐν τῇ ἁγίᾳ Τριάδι διαφορὰν θεωρεῖσθαι, ὅσον ἐστὶ κατανοηθῆναι οὐρανοῦ τῷ πλεόν τὴν κτίσιν ἐμπεριειληφότος πρὸς τὸν ἕνα τῷ ἀριθμῷ ἄνθρωπον, ἢ τὸν ἐν οὐρανῷ φαινόμενον ἄστέρα, φανε-

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
