# Contra Eunomium 184.2

Gregorius Nyssenus, Contra Eunomium, 184.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/184.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/184.2

Δεδοθῶ δὲ τι καὶ κοινὸν ἔχειν ταῦτα πρὸς ἀπόδειξιν τῆς τῶν οὐσιῶν παραλλαγῆς · ταῦτα γὰρ ἐπιθυμεῖ δι' ὧν λέγει κατασκευάζειν· ἀλλὰ τὰ ἐφεξῆς πῶς συνήρτησε τοῖς εἰρημένοις, ἀκούσωμεν. "Ὅσοι, φησί, τὰ ἔργα τῶν ἔργων πρεσβύτερα καὶ τιμιώτερα, τοσοῦτόν τε καὶ τὴν ἄνδρειαν τῆς ἐνεργείας ἀναδεδηκέναι φαίη ἂν τις εὐσυνθὴς διασπουόμενος. Ταῦτα μὲν εἰ μὲν περὶ τῶν αἰσθητῶν λέγεις, πόρρω τῶν προτεθέντων ἐστίν ὁ λόγος· τίς γὰρ ἡ ἀνάγκη τὸν περὶ τῶν δογμάτων εἰπεῖν τι προθέμενον, περὶ τῆς τάξεως τῶν ἐν τῇ κοσμογονίᾳ δημιουργηθέντων φιλοσοφεῖν, καὶ ὑψηλότερας, καὶ δρεφειμένας τὰς ἐνεργείας τοῦ κτίσαντος πρὸς λόγον τῆς ἑκάστου τῶν γενομένων πηλικότητος εἶναι διαχωρίζειν; Εἰ δὲ περὶ ἄκεινων ποιεῖται τὸν λόγον, καὶ ἔργα ἔργων πρεσβύτερά τε καὶ τιμιώτερα λέγει τὰ διαπλασθέντα παρ' αὐτοῦ, νῦν ἐν τῷ δόγματι, τοῦτ' ἐστι τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, τάχα καλῶς ἔχει, σιωπὴ μᾶλλον τὸν λόγον βεβλησθαι, ἢ διὰ τοῦ συμπλαχθῆναι τὸ δοκεῖν αὐτὸν, καὶ λόγον εἶναι κατασκευῦσαι. Πῶς γὰρ ἂν εὑρεθεῖ προτιμότερον, ἐν οἷς οὐκ ἔστι τὸ ἀτιμότερον; Εἰ μὲν γὰρ μέχρι τούτου τῇ πρὸς τὸ κακὸν εὐκολίᾳ, καὶ ἐτοιμότητι πρόσειν, ὥστε τοῦ ἀτιμοτέρου καὶ τὴν φωνὴν καὶ τὴν ἔνοιαν ἐπὶ τινὸς τῶν ἐν τῇ ἁγίᾳ Τριάδι διαπιστευομένων ὑπονοῆσαι, βούσαι τὰ ὥτα προσήχει καὶ φυγεῖν, ὅση δύναμις, ἀπὸ ἀκοῆς πονηρᾶς· ὡς ἂν μὴ κοινωνία τις τοῦ μιᾶσματος γένοιτο τῷ ἀκούοντι· καθάπερ ἐξ ἀγγείου τινὸς πλήρους ἀκαθαρσίας εἰς τὴν τῶν ἀκούοντων καρδίαν μεταχεομένου τοῦ λόγου.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
