# Contra Eunomium 187.1

Gregorius Nyssenus, Contra Eunomium, 187.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/187.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/187.1

A τοῦ ἀπείρου ἡ ἔννοια τὸ πανταχόθεν ἐκκεχύσθαι τῇ φύσει, καὶ μηδενὶ περᾶτι μηδαμόθεν περιλαμβάνεσθαι. Οὐκοῦν ἵνα πατὶα καὶ ἀμετάθετος διαμείνῃ περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἢ τοῦ εἶναι ὑπόληψις, οὐδεμίαν ἔχει χώραν ἀπειρον ἐννοεῖν τὸ διάστημα, ἀλλὰ πεπρασμένον τινὶ κατὰ πᾶσαν ἀνάγκην τὸν Μονογενῆ τοῦ Πατρὸς διαστήσθαι. Τοῦτο οὖν ἐστιν ὃ φημι, ὅτι ὁ λόγος οὗτος οὐχ ἐξ αἰδίου εἶναι τὸν ἐπὶ πάντων Θεόν, ἀλλ’ ἀπὸ τινὸς ὡρισμένου σημείου τὴν ἀρχὴν ἐσχενεῖν παρασκευάζει· ὃ δὲ λέγω, τοιούτων ἐστι· λέξω δὲ διὰ τῶν γνωρίμων ὑποδειγμάτων σαφηνίσας τὸ νόημα, ὡς ἂν γένοιτο διὰ τῶν φαινομένων καταφανὲς ἡμῖν τὸ ἀγνοούμενον. Πέμπτῃ μετὰ τὸν οὐρανὸν ἡμέρα γεγενῆσθαι τὸν ἄνθρωπον λέγοντες ἐκ τῆς Μωυσέως Γραφῆς, συγκατεσκευάσαμεν τῷ λόγῳ τοῦτῳ κατὰ τὸ συμπιπτόμενον τὸ πρὸ τοῦ ἀριθμοῦ τῶν ἡμερῶν τούτων, μηδὲ τὸν οὐρανὸν εἶναι· οὕτως τὸ μετὰ τι γεγόνμενον διὰ τοῦ πρὸ ἑαυτοῦ διαστήματος ὁρίζει καὶ τὴν τοῦ προϋπονοουμένου ὑπόστασιν. Εἰ δὲ οὐχ ἰκανῶς τῷ ὑποδείγματι τὸν λόγον ἐσαφηνίσαμεν, δυνατὸν ἐστι, καὶ δι’ ἑτέρων τὸ νοηθὲν παραστήσαι, τὸν διὰ Μωυσέως δοθέντα νόμον τετρακοσίους ἑκοσι καὶ τριάκοντα τῆς τοῦ Ἀβραὰμ ἐπαγγελίας μεταγενεστέρον λέγοντες· ἐὰν ἀπὸ τοῦ νόμου τὸν κατόπιν χρόνον δι’ ἀναλύσεως τῷ λογισμῷ παραδεύσαντες, εἰς τὸ πέραν τῶν ἡριθμημένων φθάσωμεν ἐτῶν, σαφῶς καταλαμβάνομεν, ὅτι πρὸ τοῦ χρόνου τούτου ἡ τοῦ Θεοῦ ἐπαγγελία οὐπω ἦν· καὶ πολλὰ τοιαῦτα λέγειν ἐστιν, οἷς τὸ καθ’ ἕκαστον ἐπαξιέναι, ὡς ὀχληρὸν παρατήσομαι.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
