# Contra Eunomium 189.3

Gregorius Nyssenus, Contra Eunomium, 189.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/189.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/189.3

C Ὁ δὲ τὸ τοιοῦτον ἀνθυποφέρων, οὐχ ἀκριβῶς τάχα τῇ διανοίᾳ τοῦ δόγματος ἐφίστας, διὰ τῶν ἀλλοτρίων καὶ παντάπασιν ἀκοινωνήτων τοῦ προκειμένου τὴν πρὸς τὰ εἰρημένα ποιεῖται μάχην. Εἰ μὲν γὰρ τι τῶν ὑπὲρ τὴν κτίσιν δεῖκνύναι εἶχεν, ἐν τινὶ διαστηματικῷ σημείῳ τὴν ἀρχὴν ἔχον τῆς ὑποστάσεως, καὶ τοῦτο παρὰ πάντων ὁμολογεῖτο δυνατὸν εἶναι, καὶ τὴν τοῦ διαστήματος ἔνοιαν καὶ πρὸ τῆς κτίσεως ἔννοιαν, εἶχεν ἂν ἴσως καὶ τὴν ἐπὶ τοῦ Μονογενοῦς ἀποδείξεως διὰ τῶν εἰρημένων ἀϊδίου τοῖς τοιούτοις ἐπιχειρήμασιν ἀναλῦσαι πειρᾶσθαι. Ἐπεὶ δὲ πάσαις ταῖς τῶν εὐσεβούντων ψυχαῖς ὁμολογεῖται, ὅτι πάντων τῶν ὄντων τὸ μὲν διὰ τῆς κτίσεως ἐστι, τὸ δὲ πρὸ τῆς κτίσεως, καὶ ὅτι ἡ μὲν θεία φύσις ἀκτιστος ἐστὶ πεπιστευται, ἐν ᾗ τὸ μὲν αἴτιον, τὸ δὲ ἐξ αἰτίου τὴν ὑπόστασιν ἀδιαστάτως ἔχειν ὁ τῆς εὐσεβείας διδάσκει λόγος, τῆς δὲ κτίσεως ἐν παραστάσει τινὶ διαστηματικῇ θεωρουμένης· πᾶσα χρονικὴ τάξις καὶ ἀκολουθία τῶν γεγονότων διὰ τῶν αἰῶνων καταλαμβάνεται· ἡ δὲ προαιώνιος φύσις ἐκπέφυκε τὰς κατὰ τὸ πρεσβύτερον τε καὶ νεώτερον διαφορὰς, τῷ μὴ συνθεωρεῖσθαι τῇ θείᾳ καὶ μακαρίᾳ ζωῇ, ὅσα περὶ τὴν κτίσιν ἰδίως ὁ λόγος βλέπει. Ἡ μὲν γὰρ κτίσις πᾶσα, καθὼς ἐρρήθη, κατὰ τινὰ τάξεως ἀκολουθίαν γεγεννημένη, τῷ τῶν αἰῶνων διαστήματι παραμετρεῖται· καὶ εἰ τις ἀνὼ τῷ λόγῳ, διὰ τῆς τῶν κτισθέντων ἀκολουθίας, ἐπὶ τὴν τῶν γεγονότων ἀρχὴν, τῇ τῶν αἰῶνων καταβολῇ περιοριεῖ τὴν ζήτησιν. Ἡ δὲ ὑπὲρ τὴν κτίσιν οὐσία, ἣτε παντὸς διαστηματικοῦ νοήματος χειρωμένη, πᾶσαν χρονικὴν ἀκολουθίαν ἐκπέφυκεν, ἀπ' οὐδεμιᾶς τοιαύτης ἀρχῆς εἰς οὐδὲν πέρας δι' οὐδενὸς τρόπου κατὰ τινὰ τάξιν ἐπὶ σκοποῦ προιοῦσα, ἢ καταλήγουσα. Τῷ γὰρ διαβᾶν τοὺς αἰῶνας, καὶ πάντα τὰ ἐν αὐτοῖς γεγονότα, καθάπερ τι πέλαγος ἀγανές, ἢ τῆς θείας φύσεως θεωρία τοῖς λογισμοῖς προφανεία, οὐδὲν

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
