# Contra Eunomium 196.3

Gregorius Nyssenus, Contra Eunomium, 196.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/196.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/196.3

Ἐγὼ τοίνυν ἀρκεῖν ἡγοῦμαι πρὸς ἀποδείξιν τῆς ἀτοπίας τῶν εἰρημένων αὐτὰ τὰ ῥήματα τῆς ἀσβελείας. Ὡσπερ γὰρ ὁ τὸ λελυσμένον ἐκ πάθους προσώπων ὑπογράφων τῷ λόγῳ, μᾶλλον δὲ ἐπιδειξίαν ἀπογυμνώσας τῶν προκαλυμμάτων τὴν νόσον, ὡς μηδὲν δεῖσθαι λόγῳ μαθεῖν τοὺς τὸ φαινόμενον βλέποντας· οὕτως ἡγοῦμαι τὸ εἰδεχθὲς τοῦτο καὶ περισπεχομένον τοῦ αἱρετικοῦ δόγματος ἰκανῶς φανερῶσθαι τοῖς διορατικοῖς τὴν ψυχήν, καὶ διὰ μόνης τῆς ἀναγνώσεως ἐκκαλυπτόμενον. Ἄλλ’ ἐπειδὴ χρή καθαπερ τινὶ δάκτυλον ἐπὶ τὰ σαφῆ τοῦ δόγματος τὸν δεικτικὸν λόγον ἐπάγοντα, φανερωτέραν τοῖς πολλοῖς καταστήσαι τὴν ἐγκειμένην λύσιν τῷ δόγματι, πάλιν ἐφεξὴς τὸ ῥηθὲν ἀναλήψομαι. Οὕτω δέ, φησί, σούτων ἔχοντων. Τί λέγεις ὁ ἐνυπνιαστής; Ποίων ἢ τούτων, καὶ πῶς ἔχοντων; ὅτι Μόνῃ κυρίᾳ, καὶ ἀνωτάτω τοῦ Πατρὸς ἡ οὐσία, ἀκυρος δὲ κατὰ τὸ ἀκλόουθον πάντως ἡ ἐκείνης, καὶ ἀκυρωτέρα ἡ τρίτη. Ταῦτα γὰρ οἷς εἶπεν ἐνομοθέτησεν· ἢ ὅτι παρεπομένης τῇ οὐσίᾳ τῇ πρώτῃ ἐνεργείας τινός, τῆς ἀποτελέσμα καὶ ἔργον ὁ μονογενὴς ἐστιν Υἱός, τῷ μέτρῳ τῆς ὑποστησαμένης αὐτὸν ἐνεργείας ἐνδεδεμένος; Ἡ ὅτι ἐλάττους τε καὶ μειζόνες αἱ οὐσίαι νοοῦνται, διὰ τὸ ἔχειν θάι πως ἀλλήλαις, καὶ περιέχεσθαι ὑπὸ τῆς εὐρυχωροτέρας τὴν ἧσσονα· ὡσπερ ἐπὶ τῶν κάδων συμβαίνει, τῶν ἀλλήλοις ἐντιθεμένων, καθ’ ὁ μειζόνος τε καὶ ἐλάττους ἐνορᾷ τὰς οὐσίας, τὰς οὐδενὶ πέρας καὶ ὅρω περιειλημμένας· ἢ ὅτι τῶν δημιουργημάτων αἱ διαφοραὶ καὶ τὴν τῶν δημιουργῶν ἐτερότητα συνεμφαίνουσι, ὡς ἀρχαίων ἐκ τῶν ὁμοίων ἐνεργειῶν διαφόρους τὰς δημιουργίας συνίστασθαι; Ἄρ’ οὖν ἐστὶ τις τοσούτω χώματι κατεχόμενος τὰ τῆς ψυχῆς αἰσθητήρια, ὥστε ἀκούσας τῶν τοιούτων δογμάτων εὐθὺς συνθέσθαι τῷ διαβεβαιουμένῳ, ὅτι Οὕτω δὲ τούτων ἔχοντων, καὶ τῇ πρὸς ἀλλήλα σχέσει τῶν εἰρμῶν ἀπαράβατον διατηρούντων; Τῆς γὰρ αὐτῆς οἶμαι παραπληξίας εἶναι, λέγειν τε τὰ τοιαῦτα, καὶ λεγόντων ἀκούειν ἀνέχέσθαι, ὅτι εἰρμῷ τινὶ διὰ τῆς πρὸς ἀλλήλα σχέσεως εἰθύνεται τὰ διὰ τῆς κατὰ τὴν φύσιν ἀνομοιότητος ἀπ’ ἀλλήλων διεσχημένα. Ἡ γὰρ ἡνωται διὰ τῆς οὐσίας κατὰ τὸν ἡμέτερον λόγον, καὶ οὕτως ἐν τῇ πρὸς ἀλλήλα σχέσει τῶν εἰρμῶν ἀπαράβατον διατηρήσει· ἢ

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
