# Contra Eunomium 198.2

Gregorius Nyssenus, Contra Eunomium, 198.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/198.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/198.2

Εἰτα κάκεινο σκοπήσωμεν· τὴν ἔργον τοῦ Πατρὸς δι’ οὗ καταλαμβάνεσθαι λέγεις τὴν οὐσίαν τοῦ ἐνεργή-σαντος; Τὸν Υἱὸν λέγεις πάντως, εἴπερ τὰ συνήθη λέ-γεις. Ἄλλ’ οὗτος, ὦ σοφώτατε, κατὰ τὸν σὸν λόγον τῇ ἐργασαμένῃ αὐτὸν ἐνεργείᾳ περιμετροῦμενος, ἐκείνην δείκνυσι μόνην. Τὸ δὲ ζητούμενον οὐδὲν ἥττον ἐν ἀδήλῳ μένει· εἴπερ ἡ ἐνέργεια τῶν παρεπομένων ἐστὶν τῇ πρώτῃ οὐσίᾳ, καὶ παρὰ σοῦ μεμαρτύρηται. Ἀδὴ γὰρ τῷ ἔργῳ τῷ παρ’ αὐτῆς ἀποτελεσθέντι συμ-παρεκτείνεται, καθὼς οὐ λέγεις, καὶ δείκνυται διὰ τοῦ ἀποτελέσματος, οὐδὲ αὐτὴ κατὰ τὴν φύσιν ἡ ἐνέρ-γεια ἥτις ἐστίν· ἀλλὰ ποσὸν αὐτῆς μόνον ἀναφαίνεται τῷ ἔργῳ. Ὡς γὰρ οὐ πᾶσα ἡ τοῦ χαλκευόντος δύναμις συγχυνθεῖσα τὸ τρυπάνιον ἐξεργάσατο, ἀλλ’ ὅσον σύμμετρον ἦν πρὸς τὴν τοῦ σκεύους ἀπεργασίαν, τοσοῦτον ἡ τέχνη διὰ τοῦ χειροουργοῦντος ἐνήργησε, πολλὰ καὶ παντοδαπὰ κατεργασάσαθαι δυνατὸς ἔχουσα· οὕτω τὸ μέτρον τῆς ἐνεργείας ἐν ἑαυτῷ δείκνυσιν ὁ παρ’ ἐκείνης γεγώμενος. Τὸ δὲ ζητούμενον οὐχὶ πο-σὸν ἐστὶ τῆς ἐνεργείας, ἀλλ’ αὐτὴ τοῦ ἐνεργήσαντος

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
