# Contra Eunomium 210.2

Gregorius Nyssenus, Contra Eunomium, 210.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/210.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/210.2

Ἀκούσαντες τοίνυν, ὅτι Ἐγὼ καὶ ὁ Πατὴρ ἐν ἐσμεν, το τε ἑ αἰτίου τὸν Κύριον καὶ τὸ κατὰ τὴν φύσιν ἀπαράλλακτον τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς ἐπαιδωθῆμεν ἐκ τῆς φωνῆς, οὐχ εἰς μίαν ὑπόστασιν τὴν περὶ αὐτῶν ἐνοιαν συναλείφοντες, ἀλλὰ φυλάσσοντες μὲν διηρημένην τὴν τῶν ὑποστάσεων ἰδιότητα, οὐ συνδιαιροῦντες δὲ τοῖς προσώποις τὴν τῆς οὐσίας ἐνότητα, ὡς ἂν μὴ δύο ἐτερογενῆ πράγματα ἐν τῷ τῆς ἀρχῆς λόγῳ ὑπολαμβάνοιτο, καὶ διὰ τοῦτο πάρδοτον C λάβοι τῶν Μανιχαίων τὸ δόγμα · τὸ γὰρ κτιστὸν, καὶ τὸ ἀκτιστον, ἐκ διαμέτρου πρὸς ἄλληλα τὴν κατὰ τὸ σημαίνόμενον ἐναντίωσιν ἔχει. Εἰ οὖν τὰ δύο ταῖς ἀρχαῖς ταχθεῖν, κατὰ τὸ λεληθὸς ἢμῖν ὁ Μανιχαϊσμὸς εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ εἰσβαρθεῖται. Λέγω δὲ ταῦτα, ζήλῳ τῶν ἐναντίων περιεργότερον κατεξετάζων τὸν λόγον. Καὶ οὐδεὶς ἂν ἴσως ἀντείποι, μὴ ἐγγὺς τοῦ εἰκότος τὴν θεωρίαν προάγειν· ὅτι δυνατοῦ ὄντος τοῦ κτιστοῦ κατὰ τὸ ἴσον τῷ ἀκτίστῳ, ἀντιστήσεται πῶς τὸ ἐτερογενεστέῃ φύσει τῷ μὴ ὡσαύτως ἔχοντι. Καὶ ὅς ἂν μηδετέρῳ αὐτῶν ἐπιλίπῃ ἢ δύναμὶς, εἰς ἀσύμφωνόν τινα στάσιν πρὸς ἄλληλα τὰ δύο διενεχθήσεται. Πᾶσα γὰρ ἀνάγκη καταλλήλων εἶναι, καὶ οἰκείας ὁμολογεῖν τῇ φύσει καὶ τῇ προαίρεσιν· καὶ εἰ ἀνομοίως ἔχοιεν κατὰ τὴν φύσιν, ἀνόμοια εἶναι καὶ τὰ βελήματα· τῆς δὲ δυνάμεως ἐφ’ ἑκατέρων ἰκανῶς ἔχούσης, οὐδέτερον ἀτονήσει πρὸς τὴν ἐκπλήρωσιν τοῦ ἰδίου βελήματος· καὶ εἰ τοσοῦτον ἑκάτερον δύνατο ὅσον καὶ βούλεται, εἰς ἀμφήριστον ἑκατέροις ἢ ἀρχὴ καταστήσεται, τῷ ἀνενδεῖ τῆς δυνάμεως εἰς τὸ ἀντίπαλον προιοῦσα. Καὶ οὕτω τὸ τῶν Μανιχαίων δόγμα παρεῖσθίσεται, δύο τινῶν ἐναντίων ἀλλήλοις ἐν τῷ λόγῳ τῆς ἀρχῆς ἀντιφανέντων, τῷ διαλλάσσοντι τῆς φύσεως καὶ τῆς προαιρέσεως πρὸς τὸ ἀντικείμενον διασημηνέντων· καὶ γίνεται αὐτοῖς ἢ τῆς ἐλαττώσεως

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
