# Contra Eunomium 213.3-214.30

Gregorius Nyssenus, Contra Eunomium, 213.3 to 214.30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/213.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/213.3

Εἰ δὲ ἀρνοῦνται τῷ λόγῳ τὸ βλάσφημον, ὅπερ ἡ ἀκολουθία τοῦ δόγματος δείκνυσιν, φασὶ δὲ τῶν ἀγαθῶν τοῦ Πατρὸς τὸν Μονογενῆ κεκληρονομηκέναι, μὴ ἴδὼν ἀληθῶς ὄντα, κατὰ τὴν τῶν ἀσεβῶν δόξαν, ἀλλὰ διὰ κτίσεως τὴν ὑπόστασιν ἔχοντα· καὶ τοῦτο πάλιν κατεξετάσωμεν, εἰ δυνατόν ἐστι συστῆναι κατὰ τὸν εἰκότα λόγον τὴν τοιαύτην ὑπόνοιαν. Ἐὰν γὰρ δο- θεῖν κατὰ τὸν λόγον αὐτῶν, μὴ ἀληθῶς Υἱὸν ἔντα κε- χληρονομηκέναι τὸν πάντων Κύριον, ἀλλὰ κτισθέντα, καὶ ποιηθέντα τῶν ὁμογενῶν ἄρχειν, πῶς καταδέξε- ται, καὶ οὐ συστασιάσει ἡ λοιπὴ κτίσις ἐκ τοῦ ὁμοφύλου πρὸς τὸ ὑποχείριον ἀποσβέσειν, εἰ μηδὲν κατὰ τὴν φύσιν ἔλαττον (ἔχουσα κτιστὴ γὰρ καὶ αὐτή, ὥσπερ χάκεινος), ἔπειτα ὁμοφύλῳ δουλεύειν, καὶ ὑποκύπτειν καταδικάζοντο; Ὑφαννίδι γὰρ ὁμοιον τὸ τοιοῦτον, μὴ τῇ τῆς οὐσίας ὑπεροχὴ τὸ κράτος νέμειν, ἀλλὰ μενούσης ἐν τῷ ὁμοίῳ τῆς φύσεως, μερισθῆναι τὴν κτίσιν εἰς δουλείαν καὶ κυριότητα· ὥστε ἐν αὐτῇ τῷ μὲν τι ἄρχειν, τὸ δὲ ὑποχείριον εἶναι, καθάπερ ἐξ ἀποκληρώσεως τοῦ αὐτοῦ ἀξιώματος συντυχικῶς προσγενομένην τῷ μετὰ τὸν κλῆρον λαβόντι τὴν τῶν ὁμοίων προτέλειαν. Οὐδὲ γὰρ ἀν- θρώπῳς ὁμοτίμως ἔχων πρὸς τὴν ὑποχείριον φύσιν, τὴν κατὰ τῶν ἀλλῶν ἄρχην ἐκλήρωσατο· ἀλλὰ προτερείων τῷ λόγῳ κυριεύει τῶν ἄλλων, τῷ πρὸς τὸ κρείττον αὐτῷ παρηλλάχθαι τὴν φύσιν, προτεταγμένος. Αἱ δὲ ἀνθρώπιναὶ δυναστείαι, τούτου χάριν ἄγ- χιτροφόρους ἔχουσι τὰς μεταβολάς, ὅτι οὐ δέχεται τὸ κατὰ τὴν φύσιν ὁμοτίμων, μὴ ἰσομοιρεῖν ἐν τῷ κρεῖ- τονι· ἀλλὰ τις ἔγκειται φυσικὴ πᾶσιν ἐπιθυμία πρὸς τὸ ἐπικρατοῦν ἐξιλάζεσθαι, ὅταν ὁμόφυλον ἢ. Πῶς δὲ ἀληθὲς ἔσται τὸ πάντα δι' αὐτοῦ γεγενήσθαι, ἐὰν ἀληθὲς ἢ τὸ καὶ αὐτὸν τὸν Υἱὸν ἐν τι τῶν γεγονότων εἶναι; ἦτοι γὰρ καὶ ἐαυτὸν ποιητικῶς ἔσται, ἵνα μὴ ψεύδῃ τὸ γεγραμμένον ὅτι, ὅτι Πάντα δι' αὐτοῦ ἐγένετο· καὶ οὕτω κατ' αὐτῶν ἰσχύει τὸ

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
