# Contra Eunomium 217.1

Gregorius Nyssenus, Contra Eunomium, 217.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/217.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/217.1

A μὲν γὰρ ἔλεγεν, μὴ δεῖν ἀγέννητον νοεῖν τὸν Θεόν, εἶχεν ἴσως καιρὸν ταύταις καὶ ἐπὶ τούτων χαλεπωτέροις κατ’ αὐτοῦ κεχρῆσθαι ταῖς λοιδορίαις. Εἰ δὲ τοῦτο μὲν ὁμολογεῖ κατὰ τὴν κοινὴν τῶν εὐσεβούντων ὑπόληψιν· οἷον δὲ γνώμην διδῶσι διδασκαλικῇ διαθέσει πρέπουσαν, ὅτι Ἀπέχω τῆς φωνῆς ταύτης, εἰς ἣν ἐντεῦθεν ἢ τῆς καταστροφῆς ὑπόθεσις τὴν ἀρχὴν ἔχει· τὴν δὲ ἔνοιαν ἔχειν περὶ τοῦ ἀγέννητου εἶναι τὸν Θεόν, καὶ δι’ ἑτέρων ὀνομάτων κελεύει, οὐδὲν διὰ ταῦτα τῶν λοιδοριῶν τούτων ἄξιος. Ἡ οὐχὶ καὶ παρὰ τῆς ἀληθείας ταῦτα ποιεῖν ἐδιδάχθην, μήτε τῶν σφόδρα τιμίων ἀντέχεσθαι, ἐὰν [τῇ] τι τούτων εἰς κακὸν συντελῇ, ὀφθαλμὸν δεῖξιν, καὶ πόδα, καὶ χεῖρα, ὡσαύτως ἀποτέμνειν κελεύων, ὅταν σκανδαλίζῃ τι τούτων; Τί ἄλλο διὰ τοῦ αἰνίγματος τοῦτο ποιεῖν ὑποτίθεται; ἢ οὐχὶ καὶ τὰ δοκοῦντα καλῶς ἔχειν, εἰ πρὸς τι κακὸν ἐξ ἀβουλίας τῶν χρωμένων ἀπάγει τὸν ἄνθρωπον, ἀρᾶ, καὶ ἀπρακτα ποιεῖ εἶναι, ὡς λυσιτελεστέρον ὂν τῶν πρὸς ἁμαρτίαν χειραγωγούντων ἀκρωτηριασθέντων σωθῆναι, ἢ τούτων περιεχόμενον δι’ αὐτῶν ἀπολέσθαι;

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
