# Contra Eunomium 218.2

Gregorius Nyssenus, Contra Eunomium, 218.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/218.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/218.2

B Εἰ γὰρ ὁ Πατὴρ, φησί, τῷ ἀγέννητῳ ταῦτόν κατάτῃρ δύναμιν, τὰ δὲ τῇ αὐτῇ ἔχοντα δύναμιν τῶν ὀνομάτων, ταῦτόν πάντως καὶ σημαίνειν πέφυκε· σημαίνειν δὲ τὸ ἀγέννητον κατ’ αὐτοὺς τὸ ἐξ οὐδενὸς εἶναι τὸν Θεόν· ἐξ ἀνάγκης καὶ τὸ Πατὴρ σημαίνειν τὸ ἐξ οὐδενὸς εἶναι τὸν Θεόν· οὐχὶ δὲ τὸ γεννηκέναι τὸν Υἱόν. Διὰ τῆς τοῦ Πατρὸς φωνῆς οὐκέτι σημαίνεται, ἐὰν ἡ αὐτὴ προσγορία καὶ τὸ ἀναρχον ἡμῖν τοῦ Πατρὸς δι’ ἑαυτῆς παραστήσῃ. Εἰ μὲν γὰρ ἀναρρετὸν ἢν τοῦ ἑτέρου τὸ ἕτερον, κατὰ τὴν τῶν ἀντικειμένων φύσιν, ἀναγκαίως ἢ τοῦ ἑνὸς θέσις τὴν ἀναιρεῖν τοῦ λοιποῦ κατεστέφει. Εἰ δὲ τὸ χωλὸν ἐστὶν οὐδὲν τὸν αὐτὸν καὶ Πατέρα εἶναι καὶ ἀγέννητον, ἐὰν διὰ τῆς τοῦ Πατρὸς κλήσεως, κατὰ τινὰ διάνοιαν, καὶ τὸ ἀγέννητον ἐννοήσωμεν, τίς ἡ ἀνάγκη τὴν πρὸς τὸν Υἱὸν σχέσιν διὰ τῆς τοῦ Πατρὸς φωνῆς μηκέτι γνωρίζεσθαι; Οὐδὲ γὰρ τὰ λοιπὰ τῶν ὀνομάτων, ὅσα τὴν πρὸς ἀλλήλα κοινωνίαν ἔχει, καὶ διὰ πάντων ταῖς ἐννοίαις συμφέρεται· ἐπεὶ καὶ αὐτοκράτορα καὶ ἀδέσποτον τὸν βασιλέα καλοῦμεν, καὶ τὸν αὐτὸν τῶν ὑποχειρίων ἡγοῦμενον· καὶ οὔτε ψευδὲς ἐστὶ C περὶ αὐτοῦ λέγειν, ὅτι· ἡ τοῦ βασιλέως φωνὴ σημαίνει καὶ τὸ ἀδέσποτον· οὔτε ἐπανάγκας εἶναι φαμεν, εἰ τὸ αὐτοκράτης τε καὶ ἀναρχον διὰ ταύτης τῆς φωνῆς σημανθείη, μηκέτι τὸ κατὰ τῶν ὑπηκόων κράτος διὰ τῆς βασιλείας σημαίνεσθαι· μέσον γὰρ ἔχοντες τῶν ὑπολήψεων ὧν τῆς βασιλείας τὸ ὄνομα, πῆ μὲν τὸ ἀδέσποτον, πῆ δὲ τὸ ἀρχικὸν τῶν ὑποτεταγμένων ἐνδείκνυσθαι. Καὶ ἐναυθὰ εἰνόν, εἰ μὲν ἐστι τις τοῦ Πατρὸς τοῦ Κυρίου Πατρὸς προειπινούμενος ἕτερος, δεῖξάτωσαν οἱ τὴν ἀπόρρητον αὐξοῦντες σοφίαν· καὶ τότε συνθησόμεθα, μὴ δύνασθαι τοῦ ἀγεννήτου τὴν ἔνοιαν, οὐδὲ τῆς τοῦ Πατρὸς προσγορίας παρίστασθαι. Εἰ δὲ ὁ πρῶτος Πατὴρ, αἰτίαν τῆς αὐτοῦ συστάσεως ὑπηρετικὴν οὐκ ἔχει· τῷ δὲ

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
