# Contra Eunomium 225.3

Gregorius Nyssenus, Contra Eunomium, 225.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/225.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/225.3

Ἰδωμεν δὲ καὶ τὰ λοιπὰ τῆς διαλεκτικῆς εὐστροφίας, ἃ καὶ αὐτὸς γελοῖα τε ἄμα, καὶ ἐλεεινὰ φησιν εἶναι. Καλῶς τοῦτο λέγων. Πλᾶσις γὰρ ὡς ἀληθῶς ἐν τοῖς εἰρημένοις ὁ γέλως, μᾶλλον δὲ πολὺς ὁ δρῖνος ἐπὶ τῇ κατεχούσῃ τὴν ψυχὴν ἀπάτῃ· ἐπειδὴ γὰρ κατὰ τὸ σημαίνόμενον ὁ Πατὴρ καὶ τὴν τοῦ ἀγεννητοῦ περιελήφεν ἔνοιαν, ὡς ὁ ἡμέτερος λόγος, μεταβαλὼν τὴν κυρίαν τοῦ Πατρὸς σημασίαν εἰς τὸ ἀγέννητον, τάδε φησίν· Εἰ γὰρ ταὐτὸν ἐστὶν εἶπεῖν, ἀγέννητος, ἢ Πατήρ, ἔξεσται ἡμῖν καταλειποῦσι τὴν τοῦ Πατρὸς φωνήν, μεταλαβούσι δὲ τὸ ἀγέννητον, εἰπεῖν· Ὁ ἀγέννητος, Υἱοῦ ἐστιν ἀγέννητος. Ὡσπερ γὰρ ἀγέννητος Υἱοῦ Πατήρ, οὕτως ἑπαλιν Υἱοῦ ἀγέννητος ὁ Πατήρ. Ἐπεσὶ μοι λοιπὸν θαυμάζειν τὸν ἄνδρα τῆς εὐμηχανίας, καὶ πολυτροπίας αὐτοῦ, καὶ ποικιλὴν τῆς εἰς τὰ δόγματα παιδείας, ὑπὲρ τὴν τῶν πολλῶν εἶναι δύναμιν οἰεσθαι. Τὸ μὲν εἰρημένον παρὰ τοῦ διδασκάλου ἡμῶν, εἰς λόγος ἐν βραχεῖ τὴν περιγραφὴν ἔχων, τὸ δυνατὸν εἶναι καὶ διὰ τῆς τοῦ Πατρὸς προσῳγίας τὴν ἀγεννησίαν σημαίνεσθαι· τὰ δὲ παρὰ τούτου τοσαῦτα, ὧν τὸ πλῆθος οὐχ ἐν τῇ διαφορᾷ τῶν νενοημένων ἐστίν, ἀλλ᾽ ἐν τῇ περιόδῳ καὶ ἀναστροφῇ τῶν ὁμοίων ῥημάτων. Καθάπερ γὰρ οἱ τὴν μύλην ξεκαλυμμένοις τοῖς ὀφθαλμοῖς περιθόντες, ἐν πολλῇ τῇ

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
