# Contra Eunomium 225.4

Gregorius Nyssenus, Contra Eunomium, 225.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/225.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/225.4

περὶ τὰ αὐτὰ στρέφεται, καὶ τῶν αὐτῶν οὐχ ἀφ- Εἶπεν ἅπαξ ἐπιχλευάζων, ὅτι Οὐ τὸ γεννήσαι σημαίνει ὁ Πατήρ, ἀλλὰ τὸ ἐξ οὐδενὸς εἶναι. Πάλιν τὸ ὅμοιον ἐπῆξεν· Εἰ Πατὴρ τὸ ἀγέννητον σημαίνει, πρὶν γεννησαὶ οὐχ ἦν ἀγέννητος. Εἶτα ἐκ τρίτου ἐπὶ τὰ αὐτὰ ἐπανέρχεται· Ἐξεστι γὰρ, φησὶ, μεταλαβούσι τὸ ἀγέννητον εἰπεῖν· Ὁ ἀγέννητος, Υἱοῦ ἐστιν ἀγέννητος· καὶ εὐθὺς ἐπανέλαβεν ὁ πολλάκις ἐξήμεισε, καὶ φησίν· Ὡσπερ γὰρ ὁ ἀγέννητος Υἱοῦ Πατήρ, οὕτως ἑπαλιν Υἱοῦ ἀγέννητος ὁ Πατήρ. Ὡ ποσάκις ἐπὶ τὸν ἑαυτοῦ ἔμετον ἐπανέδραμε! ποσάκις ἐπανέλαβε! ποσάκις ἐξέβλυσε! Ἄρ᾽ οὖν οὐχ ἐπαθῆεις καὶ ἡμεῖς τοῖς πολλοῖς γενοίμεθα, ἢ μεταιῶσθαι τῶν παρ᾽ αὐτοῦ προφερομένων, καὶ τὸν ἡμέτερον λόγον συμπερισύροντες; Καὶ ἴσως τὸ σιωπᾶν ἐν τοῖς τοιούτοις ἀρμοδιώτερον. Ἄλλ᾽ ἵνα μὴ τις τῇ περὶ τοῦ λέγειν ἀσθενεῖα

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
