# Contra Eunomium 230.2

Gregorius Nyssenus, Contra Eunomium, 230.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/230.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/230.2

Ἐπεὶ οὖν τὸ ποτὲ οὐ προσίεται ὁ πρὸ τῶν αἰώνων κατὰ τὸν ἀπραστον λόγον τῷ Πατρὶ συνών, γεννητὸς μὲν ἐστιν, οὐ μὴν ποτε τοῦ εἶναι ἄρχεται· οὔτε γὰρ ἐν χρόνῳ, οὔτε ἐν τόπῳ τὴν ζωὴν ἔχει, ἐξαιρηθέντος δὲ καὶ τόπου, καὶ χρόνου, καὶ παντὸς τοιούτου διανοήμα-τος, ἐπὶ τῆς τοῦ Μονογενοῦς ὑποστάσεως, τὸ πρὸ ἐκείνου νοούμενον, ὁ Πατὴρ ἐστὶ μόνος. Ἄλλ' ἐν τούτῳ καὶ ὁ Μονογενὴς ὤν, καθὼς αὐτὸς ἐκεῖνος φησι, τὴν τοῦ ποτε μὴ εἶναι ὑπόνοιαν δεδόσθαι φύσιν οὐκ ἔχει. Εἰ μὲν γὰρ ποτὲ οὐκ ἦν καὶ Πατὴρ, ἀναγκαίως τῇ τοῦ Πατρὸς ἀν-υπαρξίᾳ καὶ ἡ τοῦ Υἱοῦ αἰδότης ἐπὶ τὸ ἄνω συναπεκό-πτετο. Εἰ δὲ ἀεὶ ἐστιν ὁ Πατὴρ, πῶς ὁ Υἱὸς ποτὲ οὐκ ἐστιν ὁ μὴ δυνάμενος ἐφ' ἑαυτοῦ χωρὶς τοῦ Πατρὸς νοηθῆναι, ἀλλὰ κατὰ τὸ σωπόμμενον ἀεὶ τῷ Πατρὶ C συνονομαζόμενος; Ἡ γὰρ τοῦ Πατρὸς κλῆσις ἐπίσης τῶν δύο προσώπων τὴν σημασίαν ἔχει· αὐτομάτως τῆς περὶ τοῦ Υἱοῦ ἐννοιᾶς, τῇ φωνῇ ταύτῃ συνεισιού-σης. Πότε οὖκ ἦν ὁ Υἱός; Ἐν τίνι τοῦ μὴ εἶναι αὐτοῦ καταλήφθη; Ἐν τόπῳ; Τόπος οὐκ ἦν. Ἐν χρόνῳ; Πρὸ χρόνων ὁ Κύριος. Εἰ οὖν πρὸ τούτων ἦν, πότε οὐκ ἦν; Καὶ εἰ ἐν τῷ Πατρὶ ἦν, ἐν τίνι οὐκ ἦν, εἴπα-τε οἱ τὰ ἀδήλᾳ βλέποντες; Τί διὰ μέσου ὁ λογισμὸς ὑμῶν ἀνετυπώσατο; Τί κενὸν τοῦ Μονογενοῦς ἐνοή-σατε, ἢ πρᾶγμα, ἢ νόημα, ὃ τῷ Πατρὶ συμπαρακτει-νόμενον περισσότεραν αὐτοῦ τὴν ζωὴν τοῦ Μονο-γενοῦς ἀποδεικνύσι; Καὶ τί τοῦτο λέγω; οὐδὲ γὰρ ἐπὶ τῶν ἀνθρώπων κυρίως ἐστιν εἰπεῖν, ὅτι οὐκ ὤν τις ἐγεννήθη. Λεὺτ γὰρ πρὸ πολλῶν γενεῶν τῆς κατὰ D σάρκα ἑαυτοῦ γεννήσεως ὑπὸ τοῦ Μελχισεδὲκ δεδε-κάτωται· οὕτω γὰρ φησιν ὁ Ἀπόστολος, ὅτι Λεὺτ ὁ τὰς δεκάτας λαμβάνων δεδεκάτωται, καὶ τὴν ἀπόδει-ξιν τοῖς λεγομένοις ἐπηγάγε· ὅτι ἐν τῇ σαρκὶ τοῦ Πατρὸς αὐτοῦ ἦν, ὅτε Ἀβραὰμ τῷ ἱερεῖ τοῦ Ὑψίστου συνήνησεν. Εἰ οὖν ἄνθρωπος τρόπον τινὰ ὤν γεννά-ται, κατὰ τὴν ἀποστολικὴν μαρτυρίαν, διὰ τοῦ κοι-νοῦ τῆς οὐσίας ἐν τῷ γεγεννηκότι αὐτὸν προϋπάρχει, πῶς ἐπὶ τῆς θείας φύσεως τὴν φωνὴν ταύτην τολ-μῶσι προφέρειν, ὅτι οὐκ ὤν ἐγεννήθη ὁ ἐν τῷ Πατρὶ ὤν, καθὼς φησιν ὁ Κύριος· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί; Κατ' ἄλλην δηλαδὴ καὶ ἄλλην ἐννοιαν,

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
