# Contra Eunomium 234.2

Gregorius Nyssenus, Contra Eunomium, 234.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/234.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-nyssenus-theol/contra-eunomium/234.2

Εἴρηται τοίνυν, Παρέσθαι τῷ Θεῷ παρακολουθούτων, τὴν ἀγέννητον αὐτὸν λέγειν ὑπενοήσαμεν. Πάλιν εἴρηται, Μᾶλλον δὲ αὐτὸ ἔστιν οὐσία τὸ ἀγέννητον. Οὐκ ἐτι τοῦτο συνεῖναι τὴν ἀκολουθίαν ἰχυσάμεν, πολὺ τὸ ἀπεμφανίσμενον, καὶ τὸ ἀλλόκοτον ἐν τοῖς σημαίνουσι κατανοήσαντες. Εἰ γὰρ παρέσται τῷ Θεῷ τὸ ἀγέννητον, τὸ δὲ ἀγέννητον οὐσία ἐστὶ, δύο πάντως οὐσιῶν ἔννοιαν ἐν ταύτῳ κατασκευάζει ὁ λόγος· ὡς εἶναι μὲν τὸν Θεὸν κατὰ ταύτην, ὡς εἶναι ποτὲ καὶ εἶναι πεπείσθαι· ἔχειν δὲ παρεπομένην αὐτῷ οὐσίαν ἄλλην, ἣν ἀγέννησιαν προσαγορεύουσι, ἑτέραν τι οὖσαν, παρὰ τὸν οὐ ἐστιν ἐπακολούθημα, καθὼς φησιν ὁ διδάσκαλος· καὶ εἰ οὕτω ταῦτα κελεύει νοεῖν, συγγνώτω τοῖς ἰδιώταις ἡμῖν, μὴ δυναμένοις τῇ λεπτότητι ταύτῃ τῶν θεωρημάτων ἐφίστασθαι.

---

Gregorius Nyssenus Theol., Contra Eunomium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001611.
